Ancient Greek · ~2 min
528.3 to 528.4
Libanius, Epistulae 1-839 528.3-4
Not analysed yet
λόγους δὲ μὴ αἴτει μᾶλλον ἢ πέμπε μηδ’ οἴου λαμβάνειν σοι μᾶλλον ἡ διδόναι προσήκειν μηδὲ σφόδρα δίκαιος ὢν ’ν τοῦτο ἄδικον ποίει. πῶς γὰρ οὐ δεινὸν Ἀλέξανδρον σοὶ μὲν ἡμετέρους κομίζειν λόγους, ἡμῖν δὲ ἐπαίνους τῶν σῶν λόγων ἀντὶ τῶν λόγων αὐτῶν; ἀλλ’, ὦ δαιμόνιε, δεῖξον ἡμῖν πρὸ τοῦ σώματος τὸν ῥήτορα· δηλοῦται μὲν γὰρ ἡ τέχνη καὶ διὰ τῶν γραμμάτων, τὸ δὲ μηδὲν τῶν σῶν ἀγνοεῖν ἄμεινόν τε καὶ χαριέστερον.