Ancient Greek · ~3 min
535.1 to 535.3
Libanius, Epistulae 1-839 535.1-3
Not analysed yet
Νῦν ἡμῖν τε ὑπὲρ τῶν μεγίστων ἡ σπουδὴ καὶ σὺ βου- ληθεὶς τὰ μέγιστα ἔση δεδωκώς. τῷ δὲ αὐτῷ καὶ ἡμᾶς ὀνή- σεῖς καὶ σαυτὸν κοσμήσεις· τὸ γὰρ ἀδικουμένοις βοηθεῖν τοὺς μὲν ἀπαλλάττει τῶν κακῶν, τῷ δὲ ἀπαλλάξαντι τὴν ἀμείνω δόξαν φέρει. σκόπει δὲ ὅσα σε παρακαλεῖ πρὸς τὸ συμ- μαχεῖν. ἕλκεται παρ’ ἀνδρῶν Ἀπολινάριος εἰς Ἰταλίαν πολλὰς πόλεις ἐδηδοκότων, ὅπως καὶ τοῦτον καταπίοιεν. τοῦτό σε πρῶτον κινείτω· χρηστὸς ἁνὴρ καὶ τῶν γένει σεμνυνομένων καὶ τῶν ἐν λόγοις ὄντων. τρία ταῦτά σε ἐπ’ ἐκείνῳ προτρε- πέτω. φίλος ἡμῖν πάλαι μὲν ἀρξάμενος, ἀεὶ δὲ τῷ φιλεῖν προστεθεικώς. τοῦτ᾿ ἐκείνων παρὰ σοὶ κριτῇ μεῖζον. ἄκουε δὴ καὶ τὸ μέγιστον· Κυρίνου γὰρ ἀδελφός, ὃς ἐν ταῖς ἀρχαῖς τὰς σὰς ἐμιμήσατο χεῖρας εἴσω · μὲν αὐτὰς ἔχων, προτείνας δὲ οὐδαμοῦ.