Ancient Greek
536.2 to 536.3
Libanius, Epistulae 1-839 536.2-3
Not analysed yet
πατὴρ ἦν Στρατηγίῳ χρηστὸς εἶναι ἐθέλων καὶ φίλος ἡμῖν. οὗτος ἃ μέγιστα ἀνθρώποις ἐστὶν ἐνεχείρισέ μοι τοὺς υἱεῖς αὑτοῦ. τούτων ὁ μὲν ἔτι παρ’ ἡμῖν ἐπὶ λόγοις, ὁ δὲ μικρὰ μετασχὼν εἰς τὸ λειτουργεῖν εἰσῆλθεν ὡς ἐν ταῖς φροντίσι τοῦ πατρὸς ἐσόμενος λαμπρός ἀλλὰ τὸν μὲν ἐκ μέσων τῶν πόνων ὁ δαίμων ἥρπασεν, ὁ δὲ ὢν ἔρημος εἰς τὴν σὴν καταφεύγει πρόνοιαν. οὐ γὰρ ἄδηλον ὡς οἷς τε δεῖ πολλῆς ἐπικουρίας εἴσῃ καὶ δώσεις ὁπόσης δεῖ.