Ancient Greek · ~1 min
544.3 to 544.4
Libanius, Epistulae 1-839 544.3-4
Not analysed yet
ποίησον δὴ ἡμῖν λαμπρὰν τὴν λειτουργίαν ἄρκτων χαλεπότητι καὶ τῷ αὐτῷ τοὺς μὲν παρ’ ὑμῖν γεωργοὺς ἀπάλλαττε φόβου, τοῖς δὲ παρ’ ἡμῖν κυνηγέταις ἔπαγε φόβον καὶ γίγνου πρόθυμος εἰς τοὺς οἰκείους. ἔπρεπε δὲ σοὶ μὲν παρ’ ἐμοῦ περὶ τούτων ἐλθεῖν ἐπιστολὴν, πρὸς δὲ τὴν ἀδελφήν σου τὴν ἀγαθὴν παρὰ τῆς ἀρίστης Βασσιανῆς.