Ancient Greek · ~3 min
552.1 to 552.3
Libanius, Epistulae 1-839 552.1-3
Not analysed yet
Ἧκεν ἡμῖν ἐξ Ἰταλίας γράμματα δηλοῦντα σοφιστοῦ τινος ὑποξύλου φληνάφους καὶ σὸν γέλωτα μὲν εἰς ἐκεῖνον, ἔπαινον δὲ εἰς ἐμέ. καὶ παρῄνει δὴ τὰ γράμματα γράφειν σοι καὶ νομίζειν ἀνδρῶν σε εἰς ἐμὲ βέλτιστον εἶναι ὑῶ δέ σε ἀνδρῶν μὲν ὅλως εἶναι βέλτιστον πάλαι δὴ ψῆφον ἐθέμην, θαυμάζω δέ σου τὸ ἐπειδὴ ἦρξας, τοῖς μὲν ἄλλοις, ᾗ πρόσθεν, ἐπιστεῖλαι, πρὸς δὲ ἐμὲ τοῦτο δὴ τὸ εἰωθὸς μὴ τηρῆσαι. ἀπορῶν δὴ τὸ πρῶτον νῦν ἀπορῶν ἐπαυσάμην· εὑρηκέναι γὰρ οἶμαι, πόθεν ἡ σιγή. ὁρᾷς τῶν σοφιστῶν τοὺς πολλούς, ὅταν τις τῶν αὐτοῖς ἐπιτηδείων εἰς ἀρχὴν εἰσέλθῃ τοιαύτην, οἴαν καὶ σὺ νῦν, τρέχοντας παρὰ τὸν ἄρχοντα μετὰ λόγου καὶ βαλαντίου καὶ τὸν μὲν δεικνύντας, τὸ δὲ διδόντας καὶ δι ἐκείνου πληροῦντας.