Ancient Greek · ~7 min
552.5 to 552.12
Libanius, Epistulae 1-839 552.5-12
Not analysed yet
ταυτὶ μὲν οὖν ἐν παιδιᾶς δέξῃ μέρει· πάνυ δὲ ἥσθην ἀκούσας ἃ προσεδόκων. ἤκουσα δὲ ἐν Στρατηγίου λέγοντος αὐτοῦ. ἑσπέρα μὲν ἦν, προσεισι,ίκειμεν δὲ τῇ δεξαμενῇ. καὶ λόγος ἦν τις ὑπὲρ ἀρχόντων ἀρετῆς, ἐν ᾧ μὴ τὸ σὸν εἶναι ὄνομα οὐκ ἐνῆν. εἰπόντος δέ του τῶν παρόντων μηδὲν μὲν εἶναι τῶν σῶν μικρόν, ‘ὲν δὲ καὶ δὴ πάνυ μέγα ποῖον ἔφην τοῦτο τὸ μέγα; Στρατήγιος οὖν εὐθὺς μέλλων ἔφη πα- ρὰ τοῦ βασιλέως ἀπιέναι μετὰ πολλὰ καὶ καλὰ προσ- έθηκεν ὅτι, ὦ βασιλεῦ, τῶν ἀδικούντων οὐδένα οὺόὲν ἀξίωμα ῥύσεται, ἀλλὰ κἂν τῶν δικαζόντων τις,κἂντῶνἐπὶταἱςδυνάμεσιπαραβαίνη τοὺςνό- μους,οὐκἀνέζομαιἀμελεῖσθαι. ταῦτα σὲ μὲν ἔλεγεν ἀπειλεῖ τὸν δὲ ἐπαινεῖν τε καὶ ἐπιτρέπειν καὶ σοὶ τὸν λόγον εὐθὺς εἰς ἔργον ἐλθεῖν. τῶν γάρ τινα στρατηγῶν δειλὸν γενό- μένον πρὸς τοὺς βαρβάρους δεδέσθαι. παρ’ ἐκείνου μὲν ἐγὼ ταῦτα ἤκουσα πέντε παρόντων, παρ’ ἐμοῦ δὲ οὐδεὶς ὅστις οὐκ ἀκήκοε, καὶ κρότος ἦν καὶ οὐδεὶς εἶχεν ἀπιστεῖν. ἀπιστεῖν. τῆς γὰρ σῆς φύσεως ἐφαίνετο τὸ ἔργον. ἐγὼ δὲ οὕτως ἔχαιρον, οὐχ ὡς λέγων περὶ ὧν σὺ ποιεῖς, ἀλλ’ ὡς αὐτὸς ὢν ὁ ποιῶν, ἐπεὶ καὶ σὺ περὶ τοὺς ἐμοὺς λόγους ἴσον τι πέπονθας· σαυ- τοῦ τοὺς ἐμοὺς ἡγῇ. οὐκοῦν καὶ τοὺς ἐμοὺς φίλους σαυτοῦ νομίζειν εἰκός. εἰ δὴ τοῦτο οὕτως ἔχει, φίλος σοι Λητόιος οὗτος τῶν οἰκείων οὐδὲν λειπόμενος εἰς ἐμέ, τινὰς δὲ καὶ παρελθών, ἐπεὶ καὶ τὸ τὰ κοινὰ πράττειν ἀφεὶς ἡσυχίας ἐπι- θυμίᾳ πάλιν αὐτῶν ἐμὴν χάριν ἀνθήψατο τοῦ τοῖς ἐμοῖς πράγμασιν ἀπὸ μείζονος τῆς δυνάμεως συμμαχεῖν. οὗτος, ἂν μὲν ἐμοί τι χρηστὸν ᾖ, καὶ φαιδρός, ἐν δὲ τοῖς ἑτέροις τῷ λυπεῖσθαί με νικᾷ. καὶ τὰ ὄντα κοινά μοι κέκτηται, κἂν μὴ παρ’ ἡμέραν τι πέμψας λάβω, δεινὰ πεπονθέναι φησί. νέων δὲ ὅσοι πένητες, διὰ τοῦτον οὐ πένητες· τὰς γὰρ ἐνδείας τῶν περὶ τοὺς λόγους ὅπως τε μὴ ἀγνοήσει ποιεῖ καὶ ὅπως λύσει φροντίζει.