Ancient Greek · ~2 min
555.1 to 555.3
Libanius, Epistulae 1-839 555.1-3
Not analysed yet
Λέγων οὐκ ἔχειν ποιεῖν μοι περὶ τοῦ νεφροὶ βιβλίον διὰ τὸ μὴ πάντα ἀκριβῶς ἀΚοῦσαι τὰ περὶ τὴν νόσον ἕτερον ἐποίησας τὴν ἐπιστολὴν βιβλίον περὶ τοῦ δεῖν ἐπ’ ἀκριβεῖ τῶν τοιούτων ἀκοῇ τὰ βιβλία ποιεῖν. ἐμὲ δὲ καὶ αὐτὸ τοῦτο ὤνησε τὸ προσαγγεῖλαί σοι περὶ τοῦ πάθους. οὐ γὰρ ἔφθην ἐπιστείλας σοι καὶ διηλλάγη πρὸς ἐμὲ τὸ λυποῦν, οἷα πολλὰ γέγονεν Ἀσκληπιοῦ. ὁ δὲ σοφὸς ἐκεῖνος ἀνεπυρίασε σοφιστὴς οὐδὲ τὸν πράξαντα τὴν εἰρήνην αἰδεσθείς. καὶ εἰ μὲν τὰ Κύρου ζητῶν ὁ Λυδὸς ἀποβαλεῖ τὰ ὄντα, οὐκ ὄιδα· τὰς δὲ συνθήκας ὅπως ἀνεῖλεν, ἐρῶ.