Ancient Greek
555.5 to 555.6
Libanius, Epistulae 1-839 555.5-6
Not analysed yet
πέμψας οὖν ὡς Εὔβουλον ἠρώτων, τί ταῦτα; ὁ δὲ νοῦν ἔχοντος ἔφασκε ταῦτ’ εἶναι καὶ φιλοῦντος αὑτό ἴσασι μὲν οὖν Οἰναῖοι τὴν χαράδραν, καὶ οὐ πάνυ γε κερδανεῖ· σὲ δ’ ἂν εἰκὸς εἴη τὸν παρασπονδήσαντα δυοῖν ἕνεκα μισεῖν, τῆς τε τῶν θεῶν ὑπερ- οψίας καὶ ὅτι σοῦ τὴν σπουδὴν ἐκείνην ὕβρισε. Λητόιον δὲ πολλάκις πρὸς ἡμᾶς ἐπαινέσας νῦν εὖ ποιῆσαι καιρὸν παρείληφας, οἶμαι δέ, οὐκ αἰσχυνῇ τῆς πόλεως ἡμῖν τὸν πρῶ- τὸν εὐεργετῶν γένους τε ἕνεκα καὶ παιδείας καὶ τρόπων.