Ancient Greek · ~3 min
562.1 to 562.3
Libanius, Epistulae 1-839 562.1-3
Not analysed yet
Πρέποντά γε εἰς τὸν καλὸν Σπεκτάτον ᾄδεις, καὶ τοῖς γε εἰς ἐκεῖνον ἐπαίνοις τὸ γένος ἡμῶν ἴσθι κοσμῶν. τὴν τι- μὴν δέ, ᾐ σε τιμᾷ βασιλεύς, σὺ μὲν ἐσίγησας, ὁ δὲ ἐμήνυσεν. ἔφη γὰρ τῷ διδόντι μᾶλλον ἢ τῷ λαβόντι συνησθῆναι. οὕτως ὁ τι ἄν τις περὶ σὲ σπουδάσῃ, τούτῳ πρῶτον εὖ πεποίηκεν αὑτόν. τὸ δὲ ὀκνεῖν τε καὶ μένειν καὶ μὴ κινεῖσθαι ἐθέ- λειν ἥκιστα μὲν καλόν, τοῦ δὲ σοῦ τρόπου· ὥστ’ οὐκ ἐδεήθην ὅ τι ποιεῖν ἔγνωκας ἐρωτᾶν, ἀλλ’ εἶπον φθάσας ὃ ποιήσεις. δεῖ δέ σε τὴν ἀργίαν ἐκδύντα μικροῖς πόνοις μεγάλην κτήσασθαι ῥᾳστώνην, ἄλλως θ’ ὅτε πορεύσῃ παρ’ ἄνδρα τὰ πάντα πρῶτον καὶ ᾧ κοινωνῆσαι πραγμάτων ἔχει τι δόξης.