Ancient Greek · ~2 min
563.1 to 563.2
Libanius, Epistulae 1-839 563.1-2
Not analysed yet
Εἰ καὶ μή, ὅτε ἐβουλόμην, ἔτυχον ὧν ἐπεθύμουν, ἀλλ ὧν γε ἐπεθύμουν ἔτυχον. γράμματα γὰρ σὰ πάλαι μὲν εἶχον ἂν εἰκότως, ὀψὲ δὲ ἔχω. καί με ἔπαυσας λυπούμενον, ὃν μὴ λυπηθῆναι τὴν ἀρχὴν σὺ ἦσθα κύριος. ἐξεῦρες δέ πως καὶ τούτου παραμυθίαν. ὁ γὰρ ταχέως οὐ δεδωκὼς ἔδωκας τῇ βραδυτῆτι τὴν ἀπὸ τοῦ φέροντος χάριν. Σπεκτάτος γὰρ ἦν, οὗ μεῖζον ἐμοὶ μὲν οὐδὲν ἢ σύ, σοὶ δὲ ἴσως οὐδέν.