Ancient Greek · ~2 min
563.5 to 563.6
Libanius, Epistulae 1-839 563.5-6
Not analysed yet
ἀλλ εἰς μὲν τοῦτο συμβούλων οὐδέν σοι δεῖ, ΠΛάγιον δὲ τοῦτον οἶσθά που· Σύρων γὰρ τοὺς ἀγαθοὺς οὐκ ἀγνοεῖς. εἰδὼς δὲ ἀγαθὸν ὄψει τε ἡδέως καὶ παραπέμψεις εὐμενῶς ἄνδρα ὑπὸ τῶν πολιτῶν ἐπαινούμενον, ὅσοι τε καταδεεῖς καὶ οἷς ἐστι περιουσία διὰ τὴν ἐπιείκειαν. οὕτω καίτοι πράττων ἑτέρων ἄμεινον ἐξέφυγε τοῦ Φθόνου τὸ βέλος. ἐμοὶ δὲ πάλαι μὲν συμφοιτητής, ἀεὶ δὲ φίλος. τοῦτο δὲ ὅσον ἐστὶ παρὰ σοί, μαθέτω.