Ancient Greek · ~6 min
578.3 to 578.7
Libanius, Epistulae 1-839 578.3-7
Not analysed yet
τούτῳ μὲν οὖν ἐξηλέγχθης τῷ λόγῳ καὶ μάλα λαμπρῶς· κόλακα δέ με προσειπὼν σαυτὸν ἀποφαίνεις κόλακος. ἐραστήν. εἰ γὰρ τὸ κολακεύειν κακόν, τοῦτο δὲ ἐν ἐμοί, σὺ δὲ ἐμὲ πρὸ τῶν πολλῶν ποιῇ, πονηροῦ τινος ἐρᾶν ὁμολογεῖς. καὶ εἰ τοῦτό γε ἀληθές, ὅτι πονηρὸς ὅστις χαίρει τούτοις οἷς οὐκ ἔοικε, πονηρὸς ἡμῖν ὁ σεμνὸς ὕπαρχος ἀναφαίνεται. θαυμάζω δὲ εἰ σὺ μέν, ὅπως λάβοις τὴν ἀρχήν, οὐκ ἐκολάκευσας, ἐγὼ δὲ οὐδὲν δεόμενος οὔτ᾿ ἄρχειν οὔτε παρ᾿ ὑμῶν πλουτεῖν ἐμαυτὸν κατῄσχυνον, ὅς, ὅπως μὴ γενοίμην κόλαξ, πένης ἐδεξάμην εἶναι· ὡς κολακεύειν γε ἐπισταμένῳ πολὺς ἂν εἴργαστο πλοῦτος. νῦν δ᾿ ἴσον ἀπέχομεν εὐπορίας καὶ κολακείας καὶ οὐκ ἄχθομαι τῷ μὴ πλουτεῖν, ἀλλὰ φιλοτιμοῦμαι τῷ μὴ δουλεύειν. ἐγὼ μὲν οὖν ταῦτα λέγω φεύγειν, ἃ δὴ καὶ φεύγω τοῖς ἔργοις, καὶ οὔκ εἰμι μὲν κόλαξ, ἀγανακτῶ δὲ ἀκούων, ὅπερ οὔκ εἰμι, κατὰ τὸν Λασθένην· σὺ δὲ ἐπαίνων μὲν ἐπιθυμεῖς καὶ καλῶς ποιεῖς, μεγάλη γὰρ εἰς ἄσκησιν ἀρε- τῆς ἀνάγκη, προσποιούμενος δὲ καταφρονεῖν οὐ καλῶς ποιεῖς ἐξαπατῶν. ἀλλ’ οὐδὲ ἐκεῖνο καλῶς δρᾷς ἀπατᾶν ἐπιχειρῶν ὃν οὐκ ἔχεις ἁρπάσαι. εἰ γὰρ ἐγὼ Φαιδρὸν ἀγνοῶ, καὶ τὴν μητέρα ἀγνοῶ. εἶτά μοι παρακελεύῃ τὸ ἐπαινεῖν ἀφέντα ἔχεσθαι τοῦ ἐγκαλεῖν. εἰ μὲν οὖν οὐδὲν ἀδικοῦντι πείθεις ἐγκαλεῖν, οὐδὲν ἕτερον ποιεῖς ἢ συκοφαντεῖν· εἰ δ’ ὡς ἀληθῶς ἀδικοῦντι, σαυτὸν πεῖσον μὴ ἀδικεῖν μᾶλλον ἢ ἡμᾶς ἐγκα- λεῖν. πολὺ γὰρ βέλτιον καθαρεύειν ὑποψίας ἢ ταύτῃ χρώμε- νον ζητεῖν, ὅστις κατηγορήσει τοῦ πράγματος.