Ancient Greek · ~2 min
59.1 to 59.2
Libanius, Epistulae 1-839 59.1-2
Not analysed yet
Καινῆ γε ἡ κλοπὴ προειπόντα οὗ τις ὑφαιρήσεται ὅτι κλέψει, ἔπειτα ἐπιχειρεῖν τῇ κλοπῇ· σὺ δὲ ἁρπάζων φανερῶς κλέπτειν λέγεις, ὅπως σοι τὸ ἀδίκημα μὴ δοκῇ τυραννικόν, κοινωνῇ δέ τινος εὐλαβείας. ἐγὼ δὲ Τιτιανὸν οὐχ ἠτ- τον μὲν <ἂν> ἡδέως κατεῖχον ἢ σὺ καλεῖς· ἀποπέμπω ἐπειδὴ πᾶν ὅ τι ἂν κελεύῃς ἔργον εἷναι δεῖ. καὶ πιστεύω τὸν νέον πράξειν τοῦτο ἐφ’ ᾧπερ ἐπανῆκται. φῂς μὴν γὰρ κά- μνειν καὶ ἐψιλῶσθαι τῶν ἑταίρων, ζητεῖν δὲ τὴν ἐκ τοῦδε πα- ραμυθίαν.