Ancient Greek · ~6 min
636.3 to 636.7
Libanius, Epistulae 1-839 636.3-7
Not analysed yet
ἀλλ’ ὁ μὲν Ἐλπιδίου κελεύοντος ᾤχετο ἄξων ἀνθρώπους ὡς ὑφέ- ξοντας λόγον, Λουκιανὸς δὲ τὴν ἄνθρωπον ἰδὼν ἀδίκοις ὄμ- μασι πλησίον οἰκοῦσαν προσπέμψαι μὲν καὶ μνησθῆναι πρὸς αὐτὴν ἔρωτος οὐκ ἐτόλμησεν, ᾔδει γὰρ οὐ πείσων, τὴν θυγα- τέρα δὲ ἐκέλευε χρῆσθαι τῇ γυναικί. καὶ ἦσαν ἐν συνη- θείᾳ καὶ πολλάκις ἦλθε παρ’ ἐκείνην ἡ τούτου θυγάτηρ εἰ- δυῖα, ὅτου χάριν ταῦτα ἐπράττετο τοιαῦτα γὰρ ἐπαίδευε τὴν θυγατέρα. καλεῖ δή ποτε καὶ ταύτην ἐκείνη παρ’ αὑτὴν ἀξιοῦσα τῶν ἴσων τυχεῖν, ἡ δέ, ὧν γὰρ ἀφειστήκει τοῖς ἔρ- γοις, οὐδὲ ὑποπτεύειν ἠξίου, καὶ ὑπήκουσε καὶ ἦν εἴσω θυ- ρῶν, μᾶλλον δὲ ἐν δικτύῳ. κατακλείσας γὰρ αὐτὴν ὁ ὑβρι- στὴς ἐκεῖνος ἐν δωματίῳ καὶ φήσας δεῖν προσκυνεῖν τὴν Τύ- χην, εἰ τὸν βίον ἐκ τῶν χειρῶν ποιουμένη συγκατακλίνοιτο τῷ δοῦναι δυναμένῳ, ἐπειδὴ καλῶς εὕρισκεν ὡπλισμένην τῇ σωφροσύνῃ καὶ οὔτε ὑπισχνούμενος ἔπειθεν οὔτε ἀπειλῶν κατέπληττε, χεῖρας προσῆγε καὶ ἰσχύν. ἡ δὲ ἀπεωθεῖτο καὶ ὁ τρόπος αὐτὴν ἐποίει μείζω τῆς φύσεως δεικνύειν. ξίφος ἐνταῦθα ἐγύμνωσε Λουκιανός, ὦ θεοί. ἡ δὲ τοῦτο ἐπῄνεσε μόνον, εἰ ἀποθανεῖται πρὸ αἰσχροῦ τινος. ὡς δὲ ἔγνω καὶ τῆς ψυχῆς ἀφισταμένην, οἰκέτας καλεῖ καὶ σχοινία κομίζειν ἐκέλευεν, ἡ δὲ ἦν ἐπὶ κλίνης ἐν δεσμοῖς καὶ βοώσης ὑβρίζετο τὸ σῶμα. εἰ μὲν οὖν ταῦτα εἰργασμένος εἰς φρέαρ ἐνέβαλε ἠδικημένην, ὥσπερ ἐν Λεύκτροις Λάκωνες ἃς ἐβιάσαντο, πονηρὸς μὲν ἂν ἦν τῇ μοιχείᾳ, πειρώμενος δὲ ἀφανίζειν τὸ πραχθὲν ἐδόκει ἂν φοβεῖσθαι τοὺς νόμους· νῦν δ’ ὥσπερ ἐν- δεικνύμενος ὅτι, κἂν σύ, κἂν Μόδεστος, κἂν Ἐλπίδιος, κἂν ἅπαντες γνῶσιν ἄνθρωποι τὸ ἀδίκημα, δέος οὐδέν, ἐκπέμπει τὴν ἄνθρωπον καταγελῶν.