Ancient Greek · ~2 min
Letter 651
Libanius, Epistulae 1-839 651.1
Not analysed yet
Εἴ μοι τὰ Κροίσου χρήματα καὶ χρυσὸν τὸν Γύγου καὶ ἔτι τὸν Μίδου τοῦ Φρυγός ,οὗ τὴν χώραν νῦν τε εὖ ποιεῖς καὶ πρότερον ἐποίεις —οὐ θαυμάσῃ δέ, οἶμαι, τὸ καὶ νῦν εὖ ποιεῖν Ἀγκύρας τε ἄρχων καὶ εἰδὼς ὅθεν αὐτῇ τοὔνομα —εἰ οὖν μοι πάντα τὸν ἐκείνων λαβών ποθεν ἐπεπόμφεις πλοῦ- τον, οὐκ ἂν ἦν μείζω τοῦ νῦν δοθέντος τὰ πολλὰ ἐκεῖνα· οὕτως ἐμοὶ πάντα ἐλάττω τῶν Μάξιμον γιγνομένων.