Ancient Greek · ~3 min
Letter 656
Libanius, Epistulae 1-839 656.2
Not analysed yet
ἀλλ’, ὦ μακάριε, βλέψας πρὸς τὸν παρόντα καιρόν, ὃς τὰ μὲν ἐκείνων ἦρε, τὰ δ’ ἡμέ- τέρα καθεῖλε, —πάντως δὲ ἀπὸ τῶν σῶν εὐθὺς ἡ πίστις, προσθείην δ’ ἂν ὅτι καὶ ἐμῶν, οἳ πολλῷ χείρους ἡμῶν ἐπαι- νεῖν ἠναγκάσμεθα φοβούμενοι μετὰ τῆς δυνάμεως αὐτῶν τὴν ἄνοιαν —διὰ δὴ ταῦτα νομίσας Καρτέριον εἰκός τι πεπον- θέναι πρὸς τὸ λυσιτελοῦν κεχωρηκότα τῷ μὲν παρελθόντι χρό- νῷ τὴν εἰς τὸν Ἑρμῆν ὅρισον χάριν, τὰ λοιπὰ δὲ ἔστω φιλαν- θρωπότερα μᾶλλον ἢ ἀκριβέστερα, ὅπως καὶ αὐτὸς ἀπολυ- θείην αἰτίας. οὐ γὰρ σὺ δοκεῖς ἀμνημονεῖν τῶν πρὸς ἡμᾶς ὑποσχέσεων, ἀλλ’ ἐγὼ τὴν σὴν κεκινηκέναι γνώμην.