Ancient Greek · ~2 min
663.2 to 663.4
Libanius, Epistulae 1-839 663.2-4
Not analysed yet
ἡ μὲν οὖν δαπάνη σή, τὸ δὲ ἀπ’ αὐτῆς καλὸν κοινὸν τοῦ γένους. ἔγωγέ τοι τῶν λαβόντων ἐπιδεικνύντων τε καὶ διηγουμένων ἡβρυ- νομὴν τε καὶ μεῖζον ἐφρόνουν καθάπερ αὐτὸς ὢν ὁ θεὶς τὰ Ὀλύμπια. ἀλλά τοι τοὺς μὲν ἄλλους κινῶ καὶ πέμπω, κάθημαι δὲ ὑπ’ ἀνάγκης ἐνθάδε τοιαῦτα ἀπολαύων τῆς κε- φαλῆς. παραμυθοῦμαι δὲ ὅμως τὸ μὴ θεάσασθαι τῷ τῶν ποιουμένων θαύματι. καί τινα τρόπον ἐσοφισάμην, ὅπως μὴ παντάπασιν ἀπείην. ἀνέστησα γὰρ ἀπὸ λύπης ἰσχυρᾶς Ὀλύμπιον καὶ πανηγυρίζειν ἔπεισα παυσάμενον οἰμωγῶν. καὶ νῦν ἐγὼ πάντα μὲν ὁρᾶν, πάντα δὲ ἀκούειν ὠσί τε ἡγοῦμαι τοῖς τοῦδε καὶ ὄμμασιν.