# Epistulae 1-839 691

Libanius, Epistulae 1-839, Letter 691. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/epistulae-1-839/691
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/epistulae-1-839/691
CTS URN: urn:cts:greekLit:tlg2200.tlg001:691

ὤ με ἔλαθες ἐλέγξαι βουληθεὶς τὸν ἔπαινον, ὃς κατ’ ἐμοῦ τε καὶ Ὀλυμπίου παρὰ πάντων ᾄδεται. λέγεται γὰρ ὡς ταὐτὰ μὲν φρονοῦμεν, ταὐτὰ δὲ φθεγγόμεθα, σώμασι δὲ κεχω- ρίσμεθα μόνον. σὺ τοίνυν ζηλοτυπήσας μάλα ἀφελῶς, ἴνα μὴ κακούργως εἴπω, διορύττεις ἐπιστέλλων τὸ ἐγκώμιον, εἰ περὶ μὲν ἡμῶν μηδεὶς μὴ γένηται δέδοικεν, σὺ ὡς γεγενη- μένου γράφεις ἀλλὰ τοῦτο μὶν οὐ μέγα τεθήρευκας, ἐγὼ δέ σε πεφώρακα καθάπερ παισὶ διαλιγόμινον ἡμὶν. οὐδαμοῦ γὰρ δοὺς θαρρῆσαι περὶ τοῦ μέλλοντος κύκλῳ βαδίζεις ἐπι- κρεμάσας ἡμῖν τὸν Ταντάλου πέτρον. ἱν οὖν μὴ ὦμεν Τάνταλοι, τὴν κεφαλὴν ἀπάλλαξον τοῦ λίθου ἢ ἤδη λαβὼν ἢ μηδὲ λήψεσθαι φήσας ὡς ἐμοὶ τὸ μὲν ἀποδοῦναι κοῦφον — εἰδότι δ’ ἂν λέγοιμι —, βρόχου δὲ ἄξιον, εἰ ἐν τοῖς ἡρπακόσι τὰ τῶν πόλεων ἀριθμοίμην

---

Libanius, Epistulae 1-839. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg001.local001/.
