# Epistulae 1-839 698

Libanius, Epistulae 1-839, Letter 698. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/epistulae-1-839/698
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/epistulae-1-839/698
CTS URN: urn:cts:greekLit:tlg2200.tlg001:698

Ἐμοὶ περὶ μὲν τὸν ὦμον οὐδὲν οἷον σοὶ συνέβη, τὴν ψυχὴν δὲ οὐχ ἦττον ἡ σὺ τετάραγμαι λογιζόμενος, ἐφ’ οἷς ἐξελθὼν οὗ μένεις ἐπὶ μὲν τὸν ἵππον ἀπὸ τοῦ ζεύγους ὁρμή- σὰς ὡς ἀσφαλέστερον, αὐτῷ δὲ τούτῳ βλαβείς. ἀλλὰ γὰρ πανταχοῦ δηλοῦται, πόσῳ κάλλιον μετειληφέναι παιδείας ἢ μή. ἄλλος μὲν γὰρ ὠδύρετ’ ἄν, ὥσπερ αἱ φαῦλαι γυναῖκες, καὶ ταῦτα οὐκ ἀφαιρῶν τοῦ κακοῦ τοῖς θρήνοις· σὺ δ’ ἐπὶ τὸ τοῦ φιλολόγου φάρμακον ἀφῖξαι, τοὺς λόγους, καὶ διαφέ- ρεις ὡς μετριώτατα τὸ συμβάν. φίλων δὲ ἔρημος, οὗ γένος ἀνθρώπων, οὐκ ἔστι ὅπως ἂν εἴης, ἴως ἂν ᾖς, οἷος εἶ· δεινὸς γὰρ εἶ θηρευτὴς τοῦ πράγματος ἀντὶ δικτύων ἔχων τὸν τρόπον. ὅταν οὖν ἡ χείρ σοι δυνηθῇ τὰ πρὸ τοῦ πάθους, δυνήσεται δὲ τῶν τε θεῶν ἐθελόντων τῶν τε ἰατρῶν προθυ- μουμένων, οἴκαδε θεῖν καὶ μὴ φιλονεικεῖν. τὴν μὲν γὰρ πό- λιν τῷ προελέσθαι τετίμηκας, τῇ τύχῃ δὲ τοῦ τέλους ἀπε- κρούσθης.

---

Libanius, Epistulae 1-839. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg001.local001/.
