# Epistulae 1-839 724

Libanius, Epistulae 1-839, Letter 724. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/epistulae-1-839/724
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/epistulae-1-839/724
CTS URN: urn:cts:greekLit:tlg2200.tlg001:724

Ὅτι μὶν οὐχ ἧττον τῶν ἱερέων ὑμῶν ἐπιθυμῶ τοὺς νεὼς κομίσασθαι τὸ κάλλος, οἶσθά που μᾶλλον ἑτέρων· οὐ μέντοι βουλοίμην ἂν οἰκιῶν καθαιρουμένων γενέσθαι τοῦθ’, ὃ γένοιτ’ ἂν καὶ μενουσῶν ἐκείνων, ὅπως τὰ μὲν ὄντα ἑστήκῃ, τὰ δὲ κείμενα ἀνιστῆται, καὶ μὴ τὰ μὲν κοσμῶμεν, τὰ δὲ λωβώμεθα τὰς πόλεις. τῆς δὲ οἰκίας Θεοδούλου κατηγο- ρῆσαι μὲν πρόχειρον, φείσασθαι δὲ ἄξιον οὔσης καλῆς τε καὶ μεγάλης καὶ ποιούσης ἑτέρων καλλίω τὴν ἡμετέραν, ἄλλως θ’ ὅτε Θεόδουλος οὐχ ὕβρει καὶ παροινίᾳ διέσπα τὸ ἱερόν, ἀλλ’ ὄντων τῶν πωλούντων ἐώνητο τιθεὶς τὰς τιμάς, πρᾶγμα ποιῶν, ὃ πᾶσιν ἐξῆν τοῖς δυναμένοις ὠνεῖσθαι. λέγουσι δὲ οἱ πάντα εἰδότες τὰ Θεοδούλου πολλάκις αὐτὸν ἐωνῆσθαι τοιαῦτα καὶ ᾤοντο δεῖν χρῆσθαι δικαστηρίῳ γνοὺς δὲ ἐγὼ δικαστὰς ὑμῶν αὐτοῖς οὐκ ἐπέτρεψα ζητεῖν ἀμείνους εἰδὼς ὑμᾶς βουλεύσεσθαί τι τοιοῦτον, ᾧ καὶ τοῦ θεοῦ φροντίζοντες φανεῖσθε καὶ τῆς πόλεως οὐ καταμελοῦντες. ἢν οὖν τι γένηται μέτριον, ἐπιστέλλετε πρὸς ἡμᾶς, ἕν’ ὑμᾶς ἐπαινῶμεν.

---

Libanius, Epistulae 1-839. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg001.local001/.
