# Epistulae 1-839 737

Libanius, Epistulae 1-839, Letter 737. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/epistulae-1-839/737
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/epistulae-1-839/737
CTS URN: urn:cts:greekLit:tlg2200.tlg001:737

Χαίρω σου γράμματα λαμβάνων οὐκ αὐτὸ τοῦτο μόνον, ὅτι πρᾶγμα ἥδιστον γράμματα φίλου, ἀλλ’ ὅτι μοι καὶ σημεῖον γίγνεται τοῦ καθαρὰν εἶναι πολεμίων τὴν χώραν· τοσοῦτόν ἐστιν Ἰουλιανὸς ἐλπιζόμενος· οἱ δὲ πρὶν ὁρώμενοι θρασυτέρους ἐποίουν τοὺς ἐναντίους. τῆς παρούσης δὲ ἀσφαλείας ἄξιος ἀπολαύειν Πάππος ὁ καλός, ὅπως αὐτὸν μήποτε ἐπιλείποι τὸ μειδιᾶν εἰωθὸς ἐπανθεῖν τῷ προσώπῳ. Πέρσαι μὲν οὖν οὕτω πράξουσιν, ὡς εἰκὸς ἀνθρώπους θεοῖς πολεμοῦντας, οἳ τὸ αὑτῶν ἕκαστος ὅπλα λαβόντες αὐτίκα αὐτοῖς συνεπιθήσον- ται καὶ διδάξ·ουσι φεύγειν. ὁ δὲ υἱός σου βούλεται γενέσθαι ῥήτωρ, καὶ τῆς ἐπιθυμίας οὐ χείρων ἡ φύσις· ἐπί- σταται δὲ καὶ τὸ αἰδεῖσθαι. τοῦτο δὲ ὅστις οἶδε τῶν νέων, ἐφέλκεταί με καὶ πλέον ἑτέρου λαμβάνει. γράφε δὴ πρὸς ἐκεῖνον ἐμμένειν τοῖς τρόποις, καὶ πρὸς ἡμᾶς οὐδὲν ἄν σοι παρακλήσεως δέοι.

---

Libanius, Epistulae 1-839. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg001.local001/.
