# Epistulae 1-839 744

Libanius, Epistulae 1-839, Letter 744. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/epistulae-1-839/744
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/epistulae-1-839/744
CTS URN: urn:cts:greekLit:tlg2200.tlg001:744

Ὅτι μὲν τῶν μάλιστα συνηδομένων ἴσῃ, καλῶς ἠπιστά- μὴν, ἐπεὶ κἀκεῖνο ἠπιστάμην, ὅτι μετὰ τῶν μάλιστα φιλούν- των τυγχάνεις ὤν. μὴ μέντοι νόμιζε τὴν ἀπὸ τῶν ωῦν ἐπαινούντων ἡδονὴν μείζω τῆς ἀπὸ τῶν σῶν ἐπαίνων πάλαι μοι γιγνομένης. ὃν γὰρ ἡγοῦμαι τῶν νῦν λεγόντων ἄριστον, τούτῳ λέγειν ἄριστα δοκῶν εὐφραίνομαι πλέον ἢ εἰ πάντες ἄνθρωποι πάντα ποιοῖεν λέγοντες. ἀλλὰ πᾶσαν ταύτην ἀμβλύνει τὴν εὐθυμίαν τὸ τῆς κεφαλῆς κακόν. πρὸς τὰ πρῶτα μὲν ἐπολέμησεν Εὐκαρπίων φαρμάκοις καὶ τῆς ὑπερ- βολῆς ἀφεῖλε, δείσας δὲ μὴ πάλιν εἰς ταὐτὸν ἀφίκηται, μετὰ σιδήρου πεποίηται τὴν μάχην. εἰ μὶν οὖν τι γένοιτο χρη- στόν, Εὐκαρπίωνι τοῦτο λογίζου· τὸ δεινὸν δὲ εἰ κρατοίη, παρ’ ἐμοὶ ζητεῖν τὴν αἰτίαν, ὡς οὐκ ἤνεγκα πᾶν ὅσον ἤθελεν ἡ τέχνη. λόγους δὲ εἰ μὲν αὖθις ποιήσομεν, οὐκ οἶδα· τὸν δὲ πρῴην ῥηθέντα πέπομφά σοι, τοὺς γὰρ ἔτι πρότερον εὑρεῖν οὐκ εἶχον. ὁ γάρ τοι τῶν παίδων ἐπὶ ταῦτα τεταγμένος χρυ- σοχόον ἐδίωκεν ἀποδεδρακότα πολλὰ πολλῶν ἔχοντα.

---

Libanius, Epistulae 1-839. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg001.local001/.
