# Epistulae 1-839 748

Libanius, Epistulae 1-839, Letter 748. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/epistulae-1-839/748
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/epistulae-1-839/748
CTS URN: urn:cts:greekLit:tlg2200.tlg001:748

Ὑβρίσας οὐκ ἔλαθες, ὦ φίλε Μάγνε, καίτοι γε ἤλπισας· ᾤου γὰρ δεινὸς ὢν εἰς ἀνόητον τοῦτο ποιεῖν, ἐγὼ δὲ τὰ μὲν ἄλλα γνώμην βραδύς, τοῦτο δὲ οὐ διέφυγεν. ἀλλ’ ἔκλεισας μὲν τὸ βαλανεῖον εὖ ποιῶν, ἐμὲ δὲ αὐτῷ χρῆσθαι κελεύσας αὐτὸς κατὰ χρείαν τροφῆς ἔφασκες οἴκαδε τρέχειν. σὺ δ’ οὐκ ἄρα ἐδέου τῆς οἰκίας οὐδὲ σιτίων, ἀλλ’ ὅπως μήτ’ ἀνοί- ξαις παρὼν μήτ’ ἐῶν κεκλεῖσθαι λυποίης, ἐπενόησας τρίτοι ἐν ᾧ πλέον ἐλύπησας, τὴν φυγήν. ἢν γάρ, οἶμαι μᾶλλον ἐμμελὲς πείσαντα ἀπαγαγεῖν ἢ πέμψαντα πρὸς τὰς θύρας εἰς στρατιωτῶν ἀπαιδευσίαν ἐμβαλεῖν. ει γὰρ τοῦτο ἦν ἀστείῳ συμφέρον, οὐκ ἂν ὑπὸ σοῦ μὲν ἐτηρεῖτο, ὑπ᾿ ἐμοῦ δὲ ἐκινεῖτο. ἀλλ’ ἐπεθύμεις, ὡς ἔοικεν, ὑβρίσαι ἐγὼ μὲν οὖν λέλουμαι καὶ μικρὸν ἀντὶ μείζονος ἤρκεσέ μοι· σὺ δ’ εἰ χλευάζειν ἐπι- θυμεῖς, τοὺς μὲν ἄλλους ἴα χαλεποὶ γάρ, ἐξ ἐμοῦ δὲ χαρίζου τῷ πάθει τοῦ καὶ πληγὴν ἂν ἐνεγκόντος πρᾴως.

---

Libanius, Epistulae 1-839. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg001.local001/.
