Ancient Greek · ~4 min
75.1 to 75.5
Libanius, Epistulae 1-839 75.1-5
Not analysed yet
Πρώτην ἐπιστολὴν περὶ καλοῦ τινος. εἰ δὴ καλὸν ἡ φιλία, πρὸς σὲ γράφω καὶ βουλοίμην ἄν σε πεῖσαι, μέλλοντι δὲ μὴ πείσειν οὐκ ἂν ἔχοι κακῶς τὸ προελέσθαι. ἐγένου Παρθενίῳ συνήθης καὶ τὸ πρᾶγμα εἰς τοῦτο προῆλθεν ὣσθ ὑμᾶς ἀλλήλοις γαῖ πρὸ τῶν οἰκείων εἶναι τοῦτον δὲ τὸν δεσμὸν ὑποψία τις ἐμπεσοῦσα διέκοψε καὶ ἔδοξε Παρθένιος ᾧ χαλεπὼς εἶχες. τοῦτον εὖ πεποιηκέναι. τοῦ μὲν ἐγκλή- ματος ἀφεστώς, ἰός φησιν, αἰτίαν δέ πως οὐ προσήκουσαν λαβὼν ὄμνυσι καθαρεύειν τῆς μέμψεως, καὶ ἐγὼ πείθομαι. τὸν γὰρ ὅπως σὲ ἀνακτήσαιτο πάντα ποιοῦντα πῶς εἰκὸς αὑτὸν ὧν εἶχεν ἀποστερῆσαι; καὶ μὴν εἰ καὶ σφόδρα σε λελύπηκεν, ἤν τε δέδωκεν ἱκανὴ δίκη καὶ τὸ δίκην λαμβάνειν τοῦ πρᾴως φέρειν εἰ καὶ ἥδιον εὐθύς, ἀλλ’ ὅταν τις ὅτι ἤνεγ- κεν ἐπαινῆται, μεῖζον εἰς ἡδονήν. καὶ ἔστι γε ὅλως ἡ συγγνώ- μη τῆς τιμωρίας Ἑλληνικώτερον. ἐνθυμοῦ δέ, ὅτι πολλοῖς οὑτοσὶ προσιὼν ἐρᾶν ὁμολογήσει τῆς σῆς φιλίας, σὲ δὲ ὑπερ- ὁρᾶν, ὄι σημεῖον ποιήσονται τὸ μὲν τῆς τοῦδε ἐπιεικείας. τὸ δὲ τῆς ὑμετέρας, ἵν᾿ οὕτως εἴπω, φιλονεικίας.