# Epistulae 1-839 782

Libanius, Epistulae 1-839, Letter 782. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/epistulae-1-839/782
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/epistulae-1-839/782
CTS URN: urn:cts:greekLit:tlg2200.tlg001:782

Τριῶν ἔοικα πατέρων παῖδα τὸν Γάϊον δεδέχθαι, τοῦ τε γεγεννηκότος καὶ σοῦ τοῦ θείου τε καὶ ὁμωνύμου καὶ ἔτι τοῦ τῶν γενναίων δημιουργοῦ λόγων, Ἀκακίου τοῦ καλοῦ, ὃς ἀφ᾿ οὖπερ ἦκεν αὐτός, ἕως ἦλθεν ὁ νέος, οὐδὲν ἐπαύσατο λέγων ὡς ἥξει παῖς χρηστὸς ἐξ ἀγαθῶν, φίλος ἐκ φίλων, ἕτερος Τι- τιανός. ἐνθυμοῦ οὖν τίς ἂν εἴην μέλλων χαριεῖσθαι τοσού- τοις, ὃς οὐδ᾿ ἂν ἑνὸς ἐπιτάττοντος ἠμέλουν. ὅ τε γὰρ σὸς ἀδελφός, σός τε ὢν ἀδελφὸς καὶ ἐπιεικείας ἑταῖρος, αἰδοῦς ἡμῖν ἄξιος σύ τε ταΐς Μούσαις σύνει καὶ δύνασαι παρ᾿ αὑ- ταῖς οὓς ἂν ἐθέλῃς ἐπαινεῖν. οὔκουν ἀκίνδυνον μὴ πάντα σοι πείθεσθαι; τὴν δὲ Ἀκακίου ῥώμην, μεθ᾿ ἧς μεγάλα μὲν ὠφελεῖ, θάτερον δὲ ἄλλος εἰδείη, τίς οὐκ ἂν ἐννοῶν πρὸ τῶν ἄλλων θεῖτο ὃν ἐκεῖνος ἐν τάξει Τιτιανοῦ; ἐγὼ μὲν οὖν, γίγνομαι τῷ Γαΐῳ πατήρ· μακαρίζω δὲ ἐκεῖνον τῶν ὀλίγων ἡμερῶν ἐν αἶς ἐγεύσατο τῶν Ἀκακίου μυστηρίων. οὑ γὰρ ἄδηλός ἐστι μετασχὼν ἱερῶν.

---

Libanius, Epistulae 1-839. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg001.local001/.
