Ancient Greek · ~2 min
Letter 88
Libanius, Epistulae 1-839 88.2
Not analysed yet
ὁ μέντοι δοὺς ἐμοὶ τὰ παρὰ σοῦ δοὺς ἐπ’ ἀγορᾶς καὶ φήσας αὐτίκα ἥξειν εἰς τὸ βουλευτήριον, οὗ διατρίβω—τὸ γὰρ τῆς Τύχης ἱερόν, ὦ καλὲ Λεόντιε, μετὰ τῆς ἄλλης αἴγλης καὶ τῶν ποιμνίων ἅ ποτε ἔτρεφεν ἐστέρηται καὶ ἔστιν ἡμῖν ἀφορμὴ δακρύων, ὁπότε παρίοιμεν —εἰπὼν οὖν ἐκεῖνος, ὡς ἥξει, καί τινα προθυμίαν ἐνδειξάμενος ὥσπερ ἁρπασθεὶς ὑπ’ ἀνέμων οὐκ ἴτ’ ἐνέτυχέ μοι.