Ancient Greek · ~3 min
98.1 to 98.2
Libanius, Epistulae 1-839 98.1-2
Not analysed yet
Εἰ ᾔδεσαν οἱ ἄνθρωποι, τίς σὺ πρὸς ἡμᾶς τὴν γνώμην, οὐκ ἄν με ἐκέλευον ὑπὲρ αὑτῶν σοι πέμπειν ἐπιστολάς, ἀλλὰ κἂν εἰ αὐτὸς ἐδεόμην αὐτῶν κομίζειν, ἀντεδέοντ’ ἂν μὴ γρά- φειν ὡς εἰς βλάβην αὐτοῖς τοῦτο ἧξον. νῦν δὲ ἄλλα τε πολλὰ λανθάνει καὶ σὺ τοὐμὸν ἐν οὐδενὶ ποιούμενος. καὶ ἦν μέν μοι διδάξαντι τὴν ἀλήθειαν Μίκκαλον σιγῆσαι, αἰσχυνθεὶς δὲ πλέον ὑπὲρ σοῦ τοῦ καταφρονοῦντος ἢ ἐμαυτοῦ τοῦ ἀπερ- ριμμένου τὴν ἄγνοιαν τὴν περὶ ταῦτα Μικκάλου μένειν εἰάσα νομίζων ἔσεσθαί οἱ κέρδος τὸν τῆς ἀπάτης χρόνον. οὗτος δέ ἐστιν ὁ τῆς ὁδοῦ· ὡς ἐλθών γε καὶ δοὺς τὴν ἐπιστολὴν εὑρή- σει τὰ ὄντα.