# Oratio I 126

Libanius, Oratio I, Chapter 126. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/oratio-i/126

διὰ τοῦτο καὶ τὴν ὑπὲρ τῆς βουλῆς παρρησίαν ὑπέμενεν, ὅτε ἡ γῆ μὲν οὐδὲν ἐδεδώκει στερηθεῖσα τοῦ ἄνωθεν ὕδατος, ὁ | δὲ ἠξίου γέμειν τε ὠνίων τὴν ἀγορὰν καὶ μένειν ἐντὸς ὄρων οὓς ἔστησε ταῖς τιμαῖς· δαίμων δὲ ἄρα ταῦτα ἠνάγκαζε φθονερὸς ὤσων εἰς ὅπερ αὖ καὶ τέλος τὰ πράγματα ἔωσε. τότε οὖν ὁ μὲν ᾠδει καὶ μάχεσθαι τοῖς ἑαυτοῦ βουλήμασι τοὺς βουλευτὰς ἐβόα, κόλακός δὲ ἔνθεν καὶ ἔνθεν παρεστηκότες ἐρρίπιζον τὸν θυ- μόν, ἐγὼ δὲ οὐδὲν τρέσας, τὴν δὲ τοῦ πράγματος ἐξετάζων φύσιν διετεινόμην ἀδικοῦσάν τε οὐδὲν ἀπέ- φαῖνον τὴν βουλήν. καίτοι τις τῶν καθημένων πα- ραρρεῖν τὸν Ὀρόντην ἔφασκε τῷ ποταμῷ με φοβῶν, ἀναξίοις ἀπειλαῖς τὴν βασιλείαν ὑβρίζων. ὁ δὲ οὕτως ἦν ὡς ἀληθῶς ἀγαθός, ὥστε κρατῆσαι μὲν ἐπεχείρησεν, ἡττηθεὶς δὲ οὐκ ἐμίσησε.

---

Libanius, Oratio I, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg004.local002/.
