# Oratio I 137

Libanius, Oratio I, Chapter 137. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/oratio-i/137

τοῖς μὲν δὴ ἡτοίμαστο τὰ ῥόπαλα, τῶν δέ τις ταυτὶ μὲν συνειδότων, τοῦ δὲ ἔργου κοινωνεῖν οὐκ ἐθελόντων, πρὸς ἐμὲ δὲ οὐ μάλα οἰκείως ἐσχηκότων τῆς θεοῦ πεμπούσης ἀφεκτέον εἶναί μοι τῶν παρὰ τὴν γυναῖκα ἐκείνην ὁδῶν ἔφη, κερδα- νεῖν γάρ, ὅ,τι δὲ ἦν τὸ δεινόν, ἀπαιτοῦντι τουτὶ δὲ] οὐ προσέθηκε. θαυμαζούσης οὖν, ὡς οὐ τὰ αὐτὰ ποιοίην, τῆς γυναικὸς ἀπεκρινάμην ἀφ’ ὧν ἠκηκόειν. καὶ ἣ διερευνωμένη νοῦν τε ἔχοντα καταμαθοῦσα τὸν φόβον παύσασά τε ἐξαπατωμένους ἐπῄνεσε τὸν ἐξελό- μενον αὐτῇ τοιούτου μύσους τὴν οἰκίαν δαίμονα. 138. Μετὰ ταῦτα τοίνυν ἀνὴρ βάρβαρος ἐξώργιζε τὸν κρατοῦντα ἐπ’ ἐμὲ λέγων, ὡς οὐ παυοίμην θρηνῶν τὴν | τοῦ πεσόντος πληγήν. ὁ δὲ ἔμελλε μὲν ἀπολεῖν με κακῶς (δίκην ὀδύνης πραττόμενος,) ἀνὴρ δέ τις Καππαδόκης ἀγαθός, συμφοιτητὴς ἐμός, παρ’ ἐκείνῳ δὲ μέγας, καὶ τίνα ἂν ἔχοις, ἔφη, ψυχήν, εἰ ὁ μὲν κέοιτο ἀποθανών, ζῶντες δὲ οἱ λόγοι πε- ριφοιτῷεν τὴν γῆν ὑπ’ ἐκείνου περὶ τῆς σῆς γεγραμμένοι φύσεως; τοσαῦται μὲν αἰ τρικυμίαι, τοσαῦται δὲ αἱ ἀρωγαί. 139. Τὰ δὲ ἐπὶ τούτοις ἦν μὲν Ὀλύμπια τὰ παρ’ ἡμῖν, ἔτος δὲ ἐμοὶ πεντηκοστόν ἐπιθυμία τε τῆς πανη- γύρεως ὑπερφυής· παρακύψας δὲ ἐπὶ τὰ πρῶτα τῆς ἑορτῆς δεσμώτης ἦν, οὐκ ἄρχοντος δήσαντος, ἀλλὰ ποδάγρα τότε πρῶτον πολλή τις ἐπιπεσοῦσα καὶ χαλεπὴ πυνθάνεσθαι τῶν εἰσιόντων ἠνάγκαζε ῥώμης τε πέρι καὶ τέχνης τῶν ἀθλητῶν, ἡ δὲ ὥσπερ ἐν ἐκεχειρίαις μικρὸν διαλιποῦσα πάλιν ἠκόντιζε καὶ πολλάκις γε ἑκάτερον.

---

Libanius, Oratio I, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg004.local002/.
