# Oratio I 157

Libanius, Oratio I, Chapter 157. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/oratio-i/157

ἔβλεπέ τε οὖν με οὐχ ὡς ἥδιστα ὁ Φῆστος καὶ ὡς περὶ κακοῦ τοὺς λόγους ἐποιεῖτο καὶ ὁπόσα ἐξῆν, ἔπληττε. καί ποτε θέατρον μέν μοι συνείλεκτο, λῦσαι δὲ τοῦτο πειρώμενος ἐπὶ γράμματα βασίλεια τοὺς καθη- μένους ἐκάλει, ὡς δὴ ἐπὶ τῷ τέλει τῆς ἀναγνώσεως ἐξελῶν, καὶ ὑπογραφεῖς ἅμα παρῆσαν γραψόμενοι τὰ τῶν οὐκ ἀναπηδώντων ὀνόματα· | ᾤετο γάρ με μα- χεῖσθαί τε καὶ οὐκ ἐπιτρέψειν ἀπελθεῖν, τὸ δὲ ἀρκέσειν εἰς θάνατον. ἐνταῦθα οἱ μὲν ὑπ’ ἀνάγκης ἐξῄεσαν πολλάκις μεταστρεφόμενοι πρὸς ἐμέ τε καὶ τὰ ῥηθη- σόμενα, οἷς δὲ ἐξῆν ἀκούειν, ἤκουον, ποθοῦντες δὲ τὴν οὐχ ἑκοῦσαν οἰχομένην μοῖραν.

---

Libanius, Oratio I, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg004.local002/.
