# Oratio I 16

Libanius, Oratio I, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/oratio-i/16
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/oratio-i/16
CTS URN: urn:cts:greekLit:tlg2200.tlg004:16

καταπλεύσας οὖν εἰς Γεραιστόν, ἔπειτα εἰς λιμένα τινὰ Ἀθηναίων, οὗ δὴ καὶ ἐκοιμήθην, τῆς ἐπιούσης ἐν ἄστει τε ἦν ἑσπέ- ρας καὶ ἐν χερσὶν ὧν οὐκ ἂν ἐβουλόμην, ἔπειτα τῆς ὑστεραίας ἐν ἑτέρων αὖ χερσὶν ὧν οὐδὲ τούτων ἐβου- λόμην· οὗ δὲ ἦλθον μετασχήσων, τοῦτον οὐδ’ ὁρᾶν εἶχον ἐν πίθῳ μικροῦ καθειργμένος, οἷα τὰ ’κείνων εἰς τοὺς ἀφικνουμένους τῶν νέων. ἐβοῶμεν δὴ διεστηκότες, ὁ σοφιστὴς μὲν | ἐμοῦ, ’κείνου δὲ ἐγὼ στερόμενος· τοῖς ἔχουσι δὲ λόγος οὐδεὶς τῆς βοῆς, ἀλλ’ Ἀριστό- δῆμος μέχρι τῶν ὅρκων ἐτηρούμην ὁ Σύρος. ὀμωμο- κότι δὲ ἤδη τοῖς παροῦσιν ἀγαπήσειν ἀνοίγει τις τὴν θύραν, καὶ ἠκροώμην τοῦ μὲν εὐθὺς ἐν τάξει μαθη- τοῦ, τοῖν δυοῖν δὲ κατὰ νόμον δὴ τὸν τῶν ἐπιδείξεων.

---

Libanius, Oratio I, ed. Richard Foerster. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg004.local002/.
