# Oratio I 168

Libanius, Oratio I, Chapter 168. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/oratio-i/168
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/oratio-i/168
CTS URN: urn:cts:greekLit:tlg2200.tlg004:168

ὡς δὲ πολλῶν ἰόντων αὐτῶ μόνος ἀπελιπόμην, λέγει δὲ] πρὸς τὸν Ζήνωνα, ᾧ μάλιστα ἐχρῆτο, τοὺς κατ’ ἐμοῦ λόγους ἐξεληλέγχθαι τοῖς ἔργοις. τὸν γὰρ δὴ λεγόμενον ἐνοχλεῖν τοὺς ἄρχοντας ἥκιστα προσιέναι. ὁ δὲ καὶ πάνυ ταῦτα ἐλπίζειν ἔφη· οὐ γὰρ ἰέναι μᾶλλον παρ’ αὐτοὺς ἢ καὶ τοὐναντίον· χαρί- ζεσθαι μὲν γὰρ ταύτῃ τοῖς ἐρῶσι· τοὺς δὲ οὐκ ἐρῶν- οὐδὲ οὐδὲ ἐπίστασθαι. ταυτὶ μὲν ἤκουσε, δῆλος δὲ ἦν ἀτιμάσων, οὐ | μὴν ἐπέτρεψέ γε ὁ θάνατος. 169. Ἕτερος Προτάσιος τά γε πρὸς ἐμὲ ῥᾷσθ’ οὗτος ἧκεν, ὃς καθάρμασι μὲν συνῆν, παρ’ ὧν δ’ ἄν τι καὶ ἐμάνθανεν, ἄβατον ἐποίει τὴν καταγωγήν. καὶ ᾤετο μὲν ζημιοῦν, ἐγὼ δὲ ἐκέρδαινον. καὶ κλῆσιν μὲν τὴν ἐπὶ τοὺς λόγους ἤλπιζεν, ἐγὼ δὲ ἄλλους εἰστίων δι- δάσκων αὐτόν, ὅτι οὐ λίαν αὐτοῦ δεοίμην. ὁ δὲ ᾤδει τούτοις γε τὴν καρδίαν, ἔδειξε δὲ ἔν τινι κατηγορίᾳ νέοιν· οἶν δέον, εἴπερ ἠδίκουν, ἐπιθεῖναι δίκην, ὁ δὲ τὸ διδασκάλων ἐσαγήνευεν ἔθνος οὐχ ἅπασιν ἐγκαλῶν, ἀλλ’ ὅπως ἐν τῷ παντὶ κρύπτοιτο αὐτῷ τὰ πρὸς ἐμέ.

---

Libanius, Oratio I, ed. Richard Foerster. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg004.local002/.
