# Oratio I 170

Libanius, Oratio I, Chapter 170. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/oratio-i/170
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/oratio-i/170
CTS URN: urn:cts:greekLit:tlg2200.tlg004:170

καὶ τὼ μὲν νέω γυμνώ τε ἤστην καὶ μετεώρω πρὸς πληγάς, παρεκάθητο δέ τις Ὀλύμπιος. τοῦ δὲ οὐ μετεῖχον ἐγώ, ἠδικεῖτο δὲ ὁ νόμος. ὁ δ’ οὕτω δή τι ξυνετὸς ἦν, ὥστε οἷς ἐφθέγξατο μὴ μαστιγοῦν ἐκεκώλυτο. φρόνημα δὲ τὸ θράσος καὶ ἡγούμενος καὶ ὀνομάζων ὅπλα ἀνταρά- μενος τῷ στρατηγῷ γνῶναί τε αὑτὸν ἠναγκάσθη καὶ συνε- σταλμένος | ἔκειτο, καὶ τοῦτό οἱ τῆς ἀρχῆς πέρας. 171. Ἀλλ᾿ ἐπάνειμι δὴ πρὸς τὸν Βάλεντα· ὂν ἔδειξε μὲν χρηστὸν τὸ μὴ τῷ τυράννῳ τοὺς τοῦ τυράννου φίλους ἐπαποκτεῖναι· ἐπεὶ καὶ ὁ Ἀνδρονίκου τοὐμοῦ φίλου θάνατος Ἱερίου μᾶλλον, τῆς ἀλώπεκος, ἔργον ἢ τοῦ παρακρουσθέντος ἦν. ἀσφάλειαν δὲ τῆς πρᾳότη- τος ἐωνῆσθαι νομίζων εὗρεν ἕτερον λόχον, Φιδούστιόν τε καὶ οὓς ἐκεῖνος ἐπανέστησε τῷ σκήπτρῳ, καὶ ἐχώρει μὲν διὰ τῶν ἠδικηκότων ὁ βασιλεὺς τὴν ἀρχήν, προσ- ετίθετο δέ τις καὶ τῶν οὐδὲν τοιοῦτον ἐπισταμένων. μάντις τε ἅπας ἐχθρὸς ὅτῳ τε ἐδέησε τῆς τέχνης δι- δάσκεσθαί τι περὶ τῶν ἰδίων τῶν αὐτοῦ παρὰ τῶν θεῶν βουλομένῳ· χαλεπὸν γὰρ δὴ ἐδόκει εἶναι τος μάντεως μὴ ἄν τινα καὶ ἐπὶ τοῖς μείζοσι χρήσασθαι | τῷ ἀνδρί.

---

Libanius, Oratio I, ed. Richard Foerster. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg004.local002/.
