# Oratio I 181

Libanius, Oratio I, Chapter 181. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/oratio-i/181

εὐθὺς μὲν οὖν βοή τε πολλὴ καὶ ἀθυμία, καὶ ἀπὸ τῆς φαυλοτέρας τύχης τῷ πράγματι τοὔνομα, μικρὸν δὲ ὕστερον ἐπῃ- νεῖτο τὸ δαιμόνιον πολέμου μεγίστης πόλεως ἐξελόμενον τὸν ποιητὴν. ὅ γὰρ δὴ εἶχεν ἀνάγκην τῷ ἐπαινέτῃ διελθεῖν, τῷ λόγῳ μὲν τὸ εἰκὸς ἐφύλαττε, πόλιν δὲ οὐ ῥᾳδίαν ἐνεγκεῖν ἐποίει πολεμίαν. οὕτω τὸ δοκοῦν κακὸν ἀγαθὸν ἀπεφάνη. 182. Οὐ μὴν ὅ γε ἐρῶ, τοιοῦτον, ἀλλὰ κακὸν καὶ δοκοῦν καὶ ὄν, κακῶν τὸ μέγιστον. τέτταρες ἄνδρες οἰκιῶν | τῶν πρώτων, λαμπροὶ μὲν ἐν διδασκαλείοις, λαμπροὶ δὲ ἐν ἀρχαῖς, ἦν δὲ ἐν ταῖς ἐλπίσι τὸ μειζό- ωνς ἐκλάμψειν, οὗτοι οἱ τέτταρες ἐν μησὶ τοσούτοις ἐτάφησαν, καὶ τοῦτο βασιλεὺς ἀγνοῶν ἔπεμπεν ἀρχὰς τοῖς κειμένοις.

---

Libanius, Oratio I, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg004.local002/.
