# Oratio I 185

Libanius, Oratio I, Chapter 185. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/oratio-i/185

διὰ πι- κροῦ δὴ τοῦ θέρους τοῦδε οἶδα ἐλθών. σκληρὸν δέ μοι καὶ τὸ ἐπὶ τούτῳ. παιδίον γὰρ ἕτερον, ὃ σὺν ἐκείνῳ τέ με ἐκούφιζε καὶ μετ’ ἐκεῖνο τὸ αὑτοῦ μέρος παρείχετο, γάμων εἵνεκα ἐλθὸν εἰς ἀγρόν, ἐν ᾧ καῦμά τε οὐ φορητὸν ὕδωρ τε πονηρόν, συλλέξαν νόσον, ἐπανῆκον θνήσκει. ἐπὶ δὴ τούτοις πολλάκις ἤκουσαν οἱ θεοὶ τὸ ὦ θεοὶ βοῶντος. 186. Τὴν Τύχην δὲ αὖθις ἐπῃνέσαμεν καρτέριόν τε καὶ τοὺς ἐπ’ αὐτὸν καταφυγόντας καταγελάστους ποιήσασαν. ὁ μὲν γὰρ ὡς ἐγκαταστήσων ἐνταυθοῖ δι- δάσκαλον τὸν λοιμὸν Γερόντιον γνώσει βασιλέως ἀνα- λαβὼν ἦγεν εἰς Θρᾴκην μέγας ἐλπίζων ἐν βασιλείοις ἔσεσθαι, τῆς ἀνοίας δὲ αὐτοῦ πολλαχόθεν ἐξελεγχθείσης, δι’ ἣν οὐδὲ ὑβρίζειν ὤκνει τοὺς βασιλεῖ τιμίους, ὁ μὲν ὠθούμενος | ἐμβὰς εἰς πλοῖον ἐπ’ Ἰταλίας ἔπλει τῆς ἀτιμίας τῆς ἑαυτοῦ μηνυτής.

---

Libanius, Oratio I, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg004.local002/.
