# Oratio I 22

Libanius, Oratio I, Chapter 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/oratio-i/22

οὕτως ἅπαντες ἅπαντας ἠξίουν ἐμοῦ παρόντος σωφρονεῖν τοῦ γε οὐδὲ σφαίρας Ἀθήνησιν οὐδεπώποτε ἁψαμένου τοσοῦτόν <τε> ἀποσχόντος τε καὶ κοινωνίας τῶν ἐν νυξὶν ἐπὶ τὰς τῶν πενεστέρων πορευομένων οἰκίας· ἐπεὶ καὶ Σκύλλης κεφαλὰς ἢ εἰ βούλει γε, Σειρήνων δεινοτέρας γείτονας, ἑταίρας με- λῳδούσας, αἱ πολλοὺς ἐξέδυσαν, μάτην ᾀδούσας ἀπέ- φηνα. 23. Ἀλλ᾿ ὅθεν ἐξέβην, ἐκείνων γε τῶν πολλῶν κῶν διὰ τὴν Τύχην ἀπελελύμην, ὥστε τὴν Κόρινθον εἶδον οὐ φεύγων οὐδὲ διώκων, ἀλλὰ νῦν μὲν ἐφ’ ἑορτὴν Λακωνικήν, τὰς μάστιγας, ἐπειγόμενος, νῦν δὲ εἰς Ἀργὸς τὰ παρ’ αὐτοῖς μυησόμενος. καὶ τοῦτο δὲ τοσοῦτον. καὶ κατ’ αὐτοὺς δὴ τοὺς λόγους μιμητὴς ἂν ἐκείνου, παρ’ ὂν ἠρχόμην, γενόμενος, τὸ γὰρ | δὴ ἐρᾶν καὶ τοῦτο ἂν ἔπραξεν, εἱπόμην <ἂν> ἴχνεσιν, οὓς αὐτοὶ μὲν ἐπίστασθε, σιγᾶσθαι δὲ ἐμοὶ κάλλιον. οἷος ἂν οὖν ἦν, εἰ ἀνθ’ ὧν ὑμᾶς νῦν ἐν τοῖς ἐμαυτοῦ λόγοις ἀναμιμνήσκω, τοῦ δεῖνος ἀνεμί- μνησκον ταπεινοῦ τινος καὶ πένητος ῥήτορος; 24. Ταυτὶ μὲν οὖν οὕτως εὖ καὶ καλῶς ἐστρατή- γηται τῷ δαίμονι. καὶ προσῆν τὸ οἶς ἐχρῆν ἡγεμόσιν ἀκο- λουθοῦντα μηδὲν ἰατρῶν ἐν τῷ σώματι δεδεῆσθαι, ὥστε ὁπόσαι ἡμέραι, τοσοῦτοι πόνοι, πλὴν ὅσας αἱ πανηγύ- ρεις αὑτῶν ἐποιήσαντο, οὐ πολλάς τινας οἶμαι. ἐπεὶ δὲ ἐδόκει μέγιστον εἶναι θρόνων ἄξιον τῶν παρ’ Ἀθη- ναίοις κεκρίσθαι, καὶ τοῦτο φροντίσασα ἡ Τύχη δέδωκε τοῦτον τὸν τρόπον.

---

Libanius, Oratio I, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg004.local002/.
