# Oratio I 240

Libanius, Oratio I, Chapter 240. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/oratio-i/240

ὧν εἷς τις ἐν τῷ δικαστηρίῳ καὶ ἐμὸν ὑπογραφέα κεκοινωνηκέναι τῆς ἀκοῆς ἔφασκεν, ὁ δὲ ἄρα ἐτεθνήκει, καὶ τοῦτο ἀκούσας ὁ δικαστὴς ἐξέβαλε τὸν λόγον. πάλιν ἐν τούτῳ τὶ θανάτῳ βασάνου μὲν ἐκεῖνος, ἐγὼ δὲ ὁδοῦ τε καὶ θορύβων καὶ πόνων οὐ φορητῶν ἀφείθην. ὁ γὰρ δὴ ἐπὶ τεθνεῶτα ἥκων τίς ἂν ἦν ζῶντος; ἔλεγε δὲ ταῦτα οὐχ ὡς τὸν νεκρὸν παραδώσων τοῖς νόμοις, ἀλλ’, οἶμαι, τι προσεδόκησε, τοῖς οὐ μετ’ αὐτοῦ δεδεμένοις τοῦ μὴ δεδέσθαι φθονῶν. τύχης τοίνυν ἀγαθῆς τὸ μὴ κακω- θῆναι συκοφαντίας ὀδοῦσιν, ἀλλὰ τοῖς ἡδίστοις τε καμάτοις καὶ εἰωθόσιν ἀντὶ τῶν οὐκ εἰωθότων διὰ τοῦδε ἐλθεῖν τοῦ χρόνου. 241. Ἐκείνῳ μὲν δὴ τῷ χειμῶνι πέρας ἐπιεικέστε- ρον ἐπέθηκε βασιλεύς, οἷον οὐκ ἂν ἕτερον, ἐμοὶ δοκεῖν. θανάτῳ μὲν γὰρ οὐδένα, φυγῇ δὲ δύο, πληγαῖς δὲ οὐ | πολλαῖς ἐποίησε τοὺς ἄλλους βελτίονας, ἐμοὶ δὲ γίγνεταί τις ἑτέρωθεν ταραχὴ τῆς ἐν τῷ διδασκαλείῳ νεότητος οὐ πάσης ἐν τῇ τάξει μενούσης, ἀλλ’ ἐν σω- φρονοῦντι τῷ πλείονι μοίρας τινὸς θρασυνομένης, τῷ λυπεῖν φιλοτιμουμένης, ἐνδεικνυμένης, ὡς εἰ ἐθελήσουσι, καὶ πλέον τι δράσουσιν.

---

Libanius, Oratio I, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg004.local002/.
