# Oratio I 250

Libanius, Oratio I, Chapter 250. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/oratio-i/250
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/oratio-i/250
CTS URN: urn:cts:greekLit:tlg2200.tlg004:250

ἀλλ’ ὅμως οὐδ’ ἐπὶ τηλικούτοις τοῖς ἀποκεκαλυμμένοις ὄνομά τινος ὑπῆγον τῷ φανέντι, δέος μέντοι μοι ἐδόκει τοὺς αὑτοῖς τι συνειδότας | εἰσελθεῖν καὶ τοὺς μὲν ὑφεῖναι τῆς συνεχείας, ἐμοὶ δὲ αὖθις ἐγγενέσθαι κινεῖσθαι. τύχης τοίνυν ρας ἃ κατωρώρυκτο κεῖσθαι ὑπὲρ γῆν τοῖς βουλο- μένοις ὁρᾶν. 251. Ἡκεν ἐπὶ τούτοις ἄρχων, ἥκιστα τὸν αὑτοῦ πάππον ἐν τοῖς πρὸς ἐμὲ μιμούμενος. ὁ μὲν γὰρ οὐκ. ἐπαύσατο τιμῶν, οἷα ἀνὴρ ἐπιστάμενος λέγειν, ὁ δὲ οὐκ ἐβουλήθη με εἰδέναι, ἐν αἰτήσει τε χάριτος δικαίας τε καὶ οὐ μεγάλης ἐξελεγχθεὶς ἀνόητός τε εἶναι κῶν. καὶ τῶν μὲν ματαίων ἐπιμελῶς, τῶν δὲ καίων ἀμελῶς εἴχετο, | διαμένων ἡμετέρων ἄγευστος λόγων · οὐ γάρ μοι τοῦδε τοῦ γέρως ἄξιος ἐφαίνετο. μία μὲν ἥδε δίκη, ἑτέρα δὲ πρὸς τὰ τέρματα τῆς ἀρ- χῆς, ὑπάρχου πέμποντος ἥκων έν ἐρημίᾳ τε καθῆστο καὶ ἡλίῳ φλέγοντι διψῶν τε ἀεὶ καὶ πίνων.

---

Libanius, Oratio I, ed. Richard Foerster. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg004.local002/.
