# Oratio I 274

Libanius, Oratio I, Chapter 274. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/oratio-i/274

τὸ γὰρ σκότος ἀφελόντες πως τῆς δωροδοκίας ὑπ’ αὐγὰς ἤγαγον τὴν μισθαρνίαν, χρυσόν, ἄργυρον, ἐσθῆτα· ὧν τὰ μὲν εἰς χεῖρας αὖθις ἧκε τῶν παρακεκρουσμένων, οὐ ῥᾳδίως, ἀλλὰ βοῇ τε καὶ ἀπειλαῖς, τὰ δ’ ἦλθεν εἰς Τυρὸν, ἦδος τῷ κεκτημένῳ. ὁ δ’ ἦλθεν, ὡς ἀναψυχῆς αὐτόθι τευξόμενος, γενόμενος δὲ ὑπὸ χεῖρα Τυρίοις, τοὺς λίθους μόλις διαφυγών, κλείσας τὰς θύρας ἐπο- λιορκεῖτο, χρήμασι δὲ αὐτοὺς διαλλάξας τὴν πολιορκίαν ἔλυσε, τὰς ὀφρῦς ἐκείνας κατενεγκών. ἐδίδου δὲ ἐν Τυρῷ Τυρῷ τε αὐτῇ δίκην καὶ Ἑρμῇ, λογίων θεῶν ταῦτα πρυτανευόντων ἄγαν] ἀγανακτούντων τῇ τῶν λόγων ὕβρει, καλοῖς αἰσχρῶν ἐπιθεμένων διὰ τοῦδε παροινίαν.) 275. Ἔτι δὲ τοῦδε ἄρχοντος Ὀλύμπιος τελευτᾷ, πάνυ μὲν φίλος εἶναι δοκῶν, διὰ παντὸς δὲ τοῦ χρόνου γονεῦσιν ἀκολουθῶν· ἐπεὶ κἀκεῖνος τῶν ἐμῶν | ἁμαρ- τῶν δὲ οὐκ οἶδ’ ὅπως τῇ τιμῇ, γράφει μὲν γὰρ κλη- ρονόμον, ὃ τὸν φθόνον ἤγειρε, δώσειν δὲ φίλοις καὶ οὐ φίλοις εἶπεν ἔνδον οὐκ ὀλίγοις, ἐν οἷς ἦν καὶ δυσμένεια. καὶ χρυσὸς καὶ ἄργυρος ἐν τοῖς γράμμασι διερριπτεῖτο πολύς, ἥξων ἐπὶ κεφαλὴν ἐμήν· χρήστας μὲν γὰρ ἐδόκει καταλελοιπέναι χρημάτων, τοῖς δὲ ὑπῆρχε πολλαχόθεν ἀντειπεῖν, καὶ ἦν ὀνόματα ταῦτα χρεῶν, οὐ | χρέα.

---

Libanius, Oratio I, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg004.local002/.
