# Oratio I 35

Libanius, Oratio I, Chapter 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/oratio-i/35

ἤδη μὲν καὶ ἄλλον τινὰ ἀνθρώπων δι’ ὁδοῦ τραχείας ἐπὶ γλυκὺ | τέρμα προήγαγεν ἡ θεός, ἀτὰρ οὖν καὶ ἐμὲ τότε. ὡς γὰρ δὴ ἐνέβαλον εἰς τὴν ἀγοράν, ὁρῶ τινα Καππαδόκην ἥκοντα ἐπὶ θρόνον βασιλέως πέμποντος, καὶ γὰρ ἐτύγ- χανεν ἡ βουλὴ τὸν ἄνδρα ᾐτηκυῖα, ῥήτορα ἄκρον ἐξ οἶμαί τινος ἀγῶνος ἑνὸς αἰτησαμένη. ὁ μὲν δὴ σεμνὸς σεμνῶς εἰστήκει, γνοὺς δὲ ἐγὼ παρά του γέροντος, ὅστις τε εἴη καὶ ὅθεν καὶ ὅπως καὶ ἐφ’ ὅτῳ παρείη, πληγεὶς τὴν ψυχὴν τοῖς εἰρημένοις ᾔειν παρ’ ἐκεῖνον, ὅς μοι προὐξενήκει τὴν πόλιν, ὡς δὲ ἀνέμνησα τῶν λόγων, παῖς εἶ, ἔφη, μάλα παῖς, εἰ δὴ ὁπόσον ἐστὶ καιρός, οὐκ οἶσθα καὶ ταῦτα ἥκων εἰς Δελφούς. ὑπο- σχέσων δὲ ἐκείνων, ἃς τῷ πλῷ κεκίνηκας, αὐτόν τε σὲ μεμνῆσθαι μάταιον ἕτερόν τε ἀναμιμνήσκειν. πληγῇ ταύτῃ δευτέρᾳ πληγεὶς | ἀπεχώρουν Ἀθηνῶν τε ὁμοῦ καὶ ἐλπίδος ἁμαρτών.

---

Libanius, Oratio I, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg004.local002/.
