# Oratio I 4

Libanius, Oratio I, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/oratio-i/4

Γήμας δὲ τὴν ἐκ τοιούτων οὑμὸς πατὴρ τρεῖς παῖδας ποιησάμενος, ὧν ἐγὼ μέσος, ᾤχετο πρὸ ἀκμῆς μικρὰ ἐκ πολλῶν κεκομισμένος, καὶ εὐθὺς τῆς μητρὸς ἐπ’ ἐκείνῳ ὁ πατήρ. δείσασα δὲ ἡ μήτηρ ἐπιτρόπων κακίαν καὶ ὑπὸ σωφροσύνης τὰς τοῦ δεῖν εἰς λόγους ἰέναι σφίσιν ἀνάγκας αὐτὴ πάντα ἡμῖν ἀξιοῦσα εἶναι τῶν μὲν ἄλλων εὖ μάλα εἴχετο σὺν πόνῳ, τελοῦσα δὲ ἀργύριον τοῖς ἐπὶ τοῦ παιδεύειν οὐκ ᾔδει χαλεπῆναι πρὸς καθεύδοντα | παῖδα φιλούσης εἶναι νομίζουσα τὸ μηδαμῆ μηδαμῶς ἀνιᾶν τὸν ἑαυτῆς, ὥστε τοῦ ἔτους τὸ πλέον εἰς ἀγροὺς ἡμῖν μᾶλλον ἢ λόγους ἀναλοῦ- σθαι.

---

Libanius, Oratio I, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg004.local002/.
