# Oratio I 77

Libanius, Oratio I, Chapter 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/oratio-i/77
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/libanius/oratio-i/77
CTS URN: urn:cts:greekLit:tlg2200.tlg004:77

Περιῄειν οὖν πενθοῦσιν ἐοικώς, τοῖς τε παρ- οῦσιν ἀχθόμενος τά τε ἀπόντα ποθῶν, καί μοι οὕτως ἀκριβῶς ὁ τῶν Βιθυνῶν ἔρως ἐνῴκει μηδὲν ἕτερον ἐπιτρέπων θαυμάσαι, ὥστε ἐπειδὴ θέρος ἦν, αὖθις ἐκεῖσε ἐκομιζόμην ἀφιέντος μὲν οὐδενός, ἀπειλούντων δὲ πολλῶν, κρατοῦντος δὲ τοῦ θεοῦ. λοιμοῦ δὲ ἐλαύ- νοντος τοὺς ἀνθρώπους μετασχών πως τοῦ κακοῦ καὶ αὐτὸς παραινέσεσιν ἰατρῶν πάλιν ἦν, ἐξ ἦς ἐπεφεύγειν. δευτέρου θέρους ταὐτὰ καὶ ἐτόλμων καὶ ἠναγκαζόμην λιμοῦ ποιοῦντος, ἃ πρότερον ὁ λοιμός. καὶ κατὰ ταύ- την γε τὴν πορείαν ἐν Λιβύσσῃ — σταθμὸς δὲ ἡ Λίβυσσα τάφῳ τε καὶ λόγῳ τῷ περὶ τοῦ κειμένου κοσμούμενος — ἐνταῦθα ἐξ αἰθρίας τε ἀκριβοῦς καὶ δριμυτάτης ἀκτῖνος νέφη συνδραμόντα σκηπτὸν καὶ ποιεῖ καὶ ἀποστέλλει, κὰδ δὲ πρόσθ’ ὀρέων Διομή- δεος ἧκε χαμᾶζε, καὶ ἐπεπόνθειν μὲν δὴ ὅσα εἰκὸς ὑπὸ τοῦ τοιοῦδε | πυρός.

---

Libanius, Oratio I, ed. Richard Foerster. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg004.local002/.
