# Oratio I 98

Libanius, Oratio I, Chapter 98. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/libanius/oratio-i/98

Τῶν τοίνυν ἐν μέσῳ μοι γιγνομένων ἐπιδεί- ξεων συχνῶν τε οὐσῶν καὶ οἵων ἐφέλκεσθαι νέους νεανίσκος πολλὰ | δεῖπνα δεδειπνηκὼς ἐπὶ τῷ σώματι μισθῷ μεγάλῳ παρὰ τοῦτον τὸν βασιλέα δραμὼν δυοῖν γυναίοιν ἔφη με κεφαλὰς ἀποτεμόντα κεκτῆσθαι τῇ μὲν ἐπ’ ἔκρινον χρώμενον, θατέρᾳ δὲ ἐπὶ τὸν πρε- σβύτερον. ἦν δὲ τοῦ ψεύδους ὁ μισθὸς συγκοίμησις ὀρχηστοῦ τινος πάντα πειθομένου τοῖς ἀμφ’ ἐκεῖνον τὸν σοφιστήν. εἰ μὲν δὴ καὶ ἐκομίσατο τὸν μισθόν, ὅ τε λαβὼν ὅ τε δοὺς οἶδεν, ἐφ’ ᾧ δ’ οὖν ἐτόλμα ἅπερ ἐτόλμα, τοῦτο ἦν.

---

Libanius, Oratio I, ed. Richard Foerster. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2200.tlg004.local002/.
