Ancient Greek · ~3 min
10.1 to 10.6
Liber Enoch, Apocalypsis Enochi 10.1-6
Not analysed yet
Τότε ὓψιστος εἶπεν [περὶ τούτων] ὁ μέγας ἃγιος καὶ ἐλάλησεν καὶ [εἶπεν καὶ] ἒπεμψεν Ἰστραὴλ πρὸς τὸν υἱὸν Λέμεχ· αὐτῷ ἐπὶ τῷ ἐμῷ ὀνόματι· κρύφον σεαυτόν. καὶ δήλωσον αὐτῷ τέλος ἐπερχόμενον, ὅτι ἡ γῆ ἀπόλλυται πᾶσα καὶ κατακλυσμὸς μέλλει γίνεσθαι πάσης τῆς τῆς καὶ ἀπολέσει πάνα ὃσα ἒστ᾿ ἐν αὐτῇ. καὶ διδαξον αὐτόν, ὅπως ἐκφύγῃ καὶ μένῃ τὸ σπέρμα αὐτοῦ εἰς πάσας τἀς γενεὰς τοῦ αἰῶνος. καὶ τῷ Ῥαφαῆλ εἶπεν· δῆσον τὸν Ἀζαὴλ ποσὶν καὶ χερσὶν καὶ βάλε αὐτὸν εἰς τὸ σκότος, καὶ ἂνοιξον τὴν ἔρημον τὴν οὖσαν ἐν τῷ Δαδουὴλ κἀκεῖ βάλε αὐτόν, καὶ ὑπόθες αὐτῷ λίθους τραχεῖς καὶ ὀξεῖς καὶ ἐπικάλυψον αὐτῷ τὸ σκότος, καὶ οἰκησάτω ἐκεῖ εἰς τοὺς αἰῶνας, καὶ τὴν ὄψιν αὐτοῦ πώμασον, καὶ φῶς μὴ θεω- ρείτω. καὶ ἐν τῇ ἡμέρᾳ τῇ μεγάλῃ τῆς κρίσεως ἀπαχθήσεται τὸν ἐμπυρισμόν.