# Apocalypsis Enochi 10.8-17

Liber Enoch, Apocalypsis Enochi, 10.8 to 10.17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/liber-enoch/apocalypsis-enochi/10.8

καὶ ἠρημώθη ἡ γῆ ἀφανισθεῖσα ἐν τοῖς ἒργοις τῆς διδασκαλίας Ἀζαήλ, καὶ ἐπ᾿ αὐτῷ γράψον τὰς ἁμαρτίας πάσας. καὶ τῷ Γαβριὴλ εἶπεν ὁ κύριος· πορεύου ἐπὶ τοὺς μαζηρέους ἐπὶ τοὺς κιβδήλους καὶ τοὺς υἱοὺς τῆς πορνείας, καὶ ἀπόλεσον τοὺς υἱοὺς τῶν ἐγρηνόρων ἀπὸ τῶν ἀνθρώπων. πέμψον αὐτοὺς ἐν πολέμῳ ἀπωλείας. μακρότης γὰρ ἡμερῶν οὐκ ἒστιν αὐτῶν. καὶ πᾶσα ἐρώτησις <ούκ< ἔσται τοῖς αὐτῶν καὶ περὶ αὐτῶν ὃτι ἐλπίζουσιν ζῆσαι ζωὴν αἰώνιον καὶ ὃτι ζήσεται ἓκαστος †αὐτῶν ἒτη πεντακόσια. καὶ εἶπεν· Μιχαήλ, πορεύου καὶ δῆσον Σεμιαζᾶν καὶ τοὺς λοιποὺς τοὺς σὺν αὐτῷ ταῖς γυναιξὶν μιγέντας μιανθῆναι ἐν αὐταῖς ἐν τῇ ἀκαθαρσίᾳ αὐτῶν. καὶ ὅταν κατασφαγῶσιν οἱ υἱοὶ αὐτῶν καὶ ἴδωσιν τὴν ἀπώλειαν τῶν ἀγαπηῶν, [καὶ] δῆσον αὐτοὺς ἑβδομήκοντα γενεὰς εἰς τὰς νάπας τῆς γῆς μέχρι ἡμέρας κρίσεως αὐτῶν καὶ συντελεσμοῦ, ἓως τελεσθῇ τὸ κρῖμα τοῦ αἰῶνος τῶν αἰώνων. τότε ἀπαχθήσονται εἰς τὸ χάος τοῦ πυρὸς καὶ εἰς τὴν βάσανον καὶ εἰς τὸ δεσμωτήριον συγκλείσεως αἰῶνος. καὶ ὃς ἂν κατα<δι<κασθῇ καὶ ἀφανισθῇ, ἀπὸ τοῦ νῦν μετ᾿ αὐτῶν δεθήσονται μέχρι τελειώσεως γενεᾶς. ἀπόλεσον πάντα τὰ πνεύματα τῶν κιβδήλων καὶ τοὺς υἱοὺς τῶν ἐγραηγόρων διὰ τὸ ἀδικὴσαι τοὺς ἀνθώπους καὶ ἀπόλεσον τὴν ἀδικίαν πᾶσαν ἀπὸ τῆς γῆς καὶ πᾶν ἔργον πονηρίας ἐκλειπέτω, καὶ ἀναφανήτω τὸ φυτὸν τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας * * * * εἰς τοὺς αἰῶνας μετὰ χαρᾶς φυτεύσεται. καὶ νῦν πάντες οἱ δίκαιοι ἐκφεύξονται καὶ ἒσονται ζῶντες, ἓως γεννήσωσιν χιλιάσας, καὶ πᾶσαι αἱ ἡμέραι νεότητος αὐτῶν, καὶ τὰ σάββατα αὐτῶν μετὰ εἰρήνης πληρώσουσιν.

---

Liber Enoch, Apocalypsis Enochi, ed. Johann Flemming, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1463.tlg001.local002/.
