# Apocalypsis Enochi 12.1-5

Liber Enoch, Apocalypsis Enochi, 12.1 to 12.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/liber-enoch/apocalypsis-enochi/12.1

Πρὸ τούτων τῶν λόγων ἐλήμφθη Ἐνώχ, καὶ οὐδεὶς τῶν ἀνθρώπων ἒγνω, ποῦ ἐλήμφθη καὶ ποῦ ἐστὶν καὶ τί ἐγένετο αὐτῷ. καὶ τὰ ἔργα αὐτῷ μετὰ τῶν ἐγρηγόρων, καὶ μετὰ τῶν ἁγίων αἱ ἡμέραι αὐτοῦ. καὶ ἑστὼς ἤμην Ἐνὼχ εὐλογῶν τῷ κυρίῳ τῆς μεγαλοσύνης, τῷ βασιλεῖ τῶν αἰώνων, καὶ ἰδοὺ οἱ ἐγρήγοροι τοῦ ἀγίου τοῦ μεγάλου ἐκάλουν με· Ἐνὼχ ὁ γραμματεὺς τῆς δικαιοσύνης, πορεύου καὶ εἰπὲ τοῖς ἐγρηγόροις τοῦ οὐρανοῦ, οἵτινς ἀπολιπόντες τὸν οὐρανὸν τὸν ὑψηλόν, τὸ ἁγίασμα τῆς στάσεως τοῦ αἰῶνος, μετὰ τῶν γυναικῶν ἐμιάνθησαν καί, ὥσπερ οἱ υἱοὶ τῆς γῆς ποιοῦσιν, οὕτως καὶ αὐτοὶ ποιοῦσιν καὶ ἔλαβον ἑαυτοῖς γυναῖκας· ἀφανισμὸν μέγαν κατηφανίσατε τὴν γῆν, καὶ οὐκ ἒσται ὑμῖν εἰρήνη οὔτε ἄφεσις·

---

Liber Enoch, Apocalypsis Enochi, ed. Johann Flemming, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1463.tlg001.local002/.
