Ancient Greek
14.4 to 14.15
Liber Enoch, Apocalypsis Enochi 14.4-15
Not analysed yet
ἐγὼ τὴν ἐρώτησιν ὑμῶν [τῶν ἀγγέλων] ἔγραψα καὶ ἐν τῇ ὁράσει μου τοῦτο ἐδείκθη καὶ οὔτε ἡ ἐρώτησις ὑμῶν παρεδέχθη ***ἵνα μηκέτι εἰς τὸν οὐρανὸν ἀναβῆτε ἐπὶ πάντας τοὺς αἰῶνας καὶ ἐν τοῖς δεσμοῖς τῆς γῆς ἐρρέθη δῆσαι ὑμᾶς εἰς πάσας τὰς γενεὰς τοῦ ἀἰῶνος. καὶ ἵνα πρὶν τούτων ἴδητε τὴν ἀπώλειαν τῶν υἱῶν ὑμῶν τῶν ἀγαπητων, καὶ ὅτι οὐκ ἔσται ὑμῖν ὄνησις αὐτῶν, ἀλλὰ πεσοῦνται πεσοῦνται πιον ὑμῶν ἐν μαχαίρᾳ. καὶ ἡ ἐρώτησις ὐμῶν περὶ αὐτῶν οὐκ ἔσται οὐδὲ περὶ ὑμῶν καὶ ὑμεῖς κλαίοντες καὶ δεόμενοι καὶ μὴ λαλοῦντες πᾶν ῥῆμα ἀπὸ τῆς γραφῆς, ἦς ἔγραψα. καὶ ἐμοὶ ἐφ’ ὁράσει Οὕτως ἐδείχθη· ἰσοὺ νεφέλαι ἐν τῇ ὀράσει ἐκάλουν καὶ ὁμίχλαι με ἐφώνουν, καὶ διαδρομαὶ τῶν ἀστέρων καὶ ἀστραπαί με κατεσπούδαζον καὶ ἐθορύβαζόν με καὶ ἄνεμοι ἐν τῇ ὁράσει ἐξεπέτασάν με καὶ ἐπῆράν με ἄνω καὶ εἰσήνεγκαν με εἰς τὸν οὐρανόν, καὶ εἰσῆλθον μέχρις ἤγγισα τείχους οἰκοδομῆς ἐν λίθοις χαλάζης, καὶ γλῶσσαι πυρὸς κύκλῳ αὐτῶν, καὶ ἤρξαντο ἐκφοβεῖν με. καὶ εἰσῆλθον εἰς τὰς γλώσσας τοῦ πυρὸς καὶ ἤγγισα εἰς οἶκον μέγαν οἰκοδομημένον ἐν λίθοις χαλάζης, καὶ οἱ τοῖχοι τοῦ οἴκου ὡς λιθόπλακες, καὶ πᾶσαι ἦσαν ἐκ χιόνος καὶ ἐδάφη χιονικαά. καὶ αἱ στέγαι ὡς διαδρομαὶ ἀστέρων καὶ ἀστραπαὶ καὶ μεταξὺ αὐτῶν χερουβὶν πύρινα καὶ ὁ οὐρανὸς αὐτῶν ὕδωρ, καὶ πῦρ φλεγόμενον κύκλῳ τῶν τοίχων καὶ θύραι πυρὶ καιόμεναι. εἰςῆλθον εἰς τὸν οἶκον ἐκεῖνον, θερμὸν ὡς πῦρ καὶ ψυχρὸν ὡς χιών, καὶ πᾶσα τρυφὴ ζωῆς οὐκ ἦν ἐν αὐτῷ. φόβος με ἐκάλυψεν καὶ τρόμος με ἔλαβεν, καὶ ἤμην σιιόμενος καὶ τρέμων καὶ ἔπεσον 〈εἰς τὸ πρόσωπόν μου καὶ〉 ἐθεώρουν ἐν τῇ ὁράσει μου. καὶ ἰδοὺ ἄλλη θύρα ἀνεῳγμένη κατέναντί μου καὶ ὁ οἶκος μείζων τούτου καὶ ὄλος οἰκοδομημένος έν γλώσσαις πυρὸς