Ancient Greek
15.1 to 15.3
Liber Enoch, Apocalypsis Enochi 15.1-3
Not analysed yet
Καὶ ἀποκριθεὶς εἶπέν μοι [ὁ ἄνθρωπος ὁ ἀληθινὸς τῆς ἀληθείς ὁ γραμματεὺς,] καὶ τῆς φωνῆς αὐτοῦ ἤκουσα· μὴ φοβηθῇς, Ἐνὼχ <ἄνθρωπος ἀληθινὸς καὶ γραμματεὺς τῆς ἀληθείας, πρόςελθε ὦδε καὶ τῆς φωνῆς μου ἄκουσον· πορεύθητι καὶ εἰπὲ τοῖς πέμψασίν σε ****ἐρωτῆσαι ὑμᾶς ἔδει περὶ τῶν ἀνθρώπων καὶ μὴ τοὺς ἀνθρώπους περὶ ὑμῶν. διὰ τί ἀπελίπετε τὸν οὐρανὸν τὸν ὑψηλὸν τὸν ἄγιον τοῦ αἰῶνος καὶ μετὰ τῶν γυναικῶν ἐκοιμήθητε καὶ μετὰ τῶν θυγατέρων τῶν ἀνθρώπων ἐμιάνθητε καὶ ἐλάβετε ἑαυτοῖς γυναῖκας <ὤδπερ υἱοὶ τῆς γῆς ἐποιήσατε καὶ ἐγεννήσατε ἑαυτοῖς τέκνα υἱοὺς γίγαντας.