Ancient Greek
15.5 to 15.11
Liber Enoch, Apocalypsis Enochi 15.5-11
Not analysed yet
διὰ τοῦτο ἔδωκα αὐτοῖς θηλείας ἴνα σπερματίσουσιν εἰς αὐτὰς καὶ τεκνώσουσιν ἐν αὐταῖς τέκνα οὅτως, ἵνα μὴ ἐκλείπῃ αὐτοῖς πᾶν ἔργον ἐπὶ τῆς γῆς. ὑμεῖς δὲ πνεύμα <ζῶντα αἰώνια, καὶ οὐκ ἀποθνήσκοντα εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος. καὶ διὰ τοῦτο οὐκ ἐποίησα ἐν ὑμῖν θηλείας· τὰ <τοῦ οὐρανοῦ, ἐν τῷ οὐρανῷ ἡ κατοίκησις αὐτῶν. καὶ νῦν οἱ γίγαντες οἱ γεννηθέντες ἀπὸ τῶν πνευμάτων καὶ σαρκός, <<ἐπὶ τῆς γῆς, καὶ ἐν τῇ ἡ κατοίκησις αὐτῶν ἔσται. <πονηρὸ ἐξῆλθον ἀπὸ τοῦ σώματος αὐτῶν, διότι ἀπὸ τῶν ἀνωτέρων ἐγένοντο καὶ ἐκ τῶν ἁγίων ἐγρηγόρων ἡ ἀρχὴ τῆς καίσεως αὐτῶν καὶ ἀρχὴ θεμελίου. πνεύματα πονηρὰ κληθήσεται <οὐρανοῦ, ἐν τῷ οὐρανῷ ἡ κατοίκησις κησις αὐτῶν ἔσται, καὶ τὰ πνεύματα ἐπὶ τῆς γῆς τὰ γεννηθέντα, τῆς τῆς ἡ κατοίκησις αὐτῶν ἔσται. καὶ] τὰ πνεύματα τῶν γιγάντων Ναφηλεὶμ ἀδικοῦντα, ἀφανίζοντα καὶ ἐμπίπτοντα καὶ συμπαλαίοντα καὶ συφφίπτοντα ἐπὶ τῆς γῆς [πνεύματα σκληρὰ γιγάντων] καὶ ποιοῦτα ποιοῦντα καὶ μηδὲν <ἀλλ’ ἀσιτοῦντα καὶ διψῶντα καὶ προςκόπτοντα.