Ancient Greek
18.12 to 18.16
Liber Enoch, Apocalypsis Enochi 18.12-16
Not analysed yet
καὶ ἐπέκεινα τοῦ χάσματος τούτου εἶδον τόπον, ὅπου οὐδὲ αρςερέωμα οὐρανοῦ ἐπάνω οὔτε γῆ ἠν τεθεμελιωμένη ὑποκάτω αὐτοῦ, οὔτε ὕδωρ ἠν ὑπὸ αὐτῷ οὔτε πετεινόν, πετεινόν. ἀλλὰ τόπος ἦν ἔρημος καὶ φοβερός. ἐκεῖ εἶδον ἐπτὰ ἀστέρας ὡς ὄρη μεγάλα καιόμενα, περὶ ὡν πυνθανομένῳ μοι εἶπεν ὁ ἄγγελος· οὗτός ἐστιν ὁ τόπος τὸ τέλος τοῦ οὐρανοῦ καὶ γῆς, δεσμωτήριον τοῦτο ἐγένετο τοῖς ἄστροις καὶ ταῖς δυνάμεσιν τοῦ οὐρανοῦ. καὶ οἱ ἀστέρες οἱ κυλιόμενοι ἐν τῷ πυρὶ οὑτοί εἰσιν οἱ παραβάντες πρόσταγμα κυρίου ἐν ἀρχῇ τῆς ἀνατολῆς αὐτῶν, ὄτι τόπος ἔξω τοῦ οὐρανοῦ κενός ἐστιν] ὅτι οὐκ ἐξῆλθαν ἐν τοῖς καιροῖς αὐτῶν. καὶ ὠσγίσθη αὐτοῖς καὶ ἔδδησεν αὐτοὺς μέχρι καιροῦ τελειώσεως αὐτῶν ἁμαρτίας αὐτῶν] ἐνιαυτῶν μυρίων.